[ ]
Att. — stoich. 26 — 303/2
frg. a.1 | [θε]ο[ί]· |
ἐπὶ Λεωστράτου ἄρχοντος ἐπὶ τῆ- | |
ς Αἰαντίδος δωδεκάτης πρυτανε- | |
ίας, ἧι Διόφαντος Διονυσοδώρου | |
5 | Φηγούσιος ἐγραμμάτευεν· Σκιρο- |
φοριῶνος δεκάτει ὑστέραι, τρίτ- | |
ει καὶ εἰκοστεῖ τῆς πρυτανείας· | |
ἐκκλησία κυρία· τῶν προέδρων ἐπ- | |
εψήφιζεν Δεξίμβροτος Ἀρκεσίλ- | |
10 | ου Παιανιεὺς καὶ συμπρόεδροι· v |
ἔδοξεν τῶι δήμωι· Καλλίας Λυσιμ- | |
άχου Ἕρμειος εἶπεν· ἐπειδὴ Νίκω- | |
ν Ἀβυδηνὸς ἐκ παντὸς τοῦ χρόνου | |
εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶ- | |
15 | ι Ἀθηναίων καὶ τοὺς ἀφικνουμέν- |
ους Ἀθηναίων εἰς Ἄβυδον ἰδίαι τ- | |
ε εὖ ποιῶν διατελεῖ καὶ δημοσία- | |
ι πράττων ἀγαθὸν ὅτι δύναται ὑπ- | |
ὲρ τῆς πόλεως, καὶ ἐπὶ τοῦ πολέμο- | |
20 | υ τοῦ προτέρου τῶν ἐκ τῆς ναυμαχ- |
ίας πολλοὺς τῶν πολιτῶν συνδιέ- | |
σωισεν καὶ ἐφόδια δοὺς ἀπέστει- | |
λεν εἰς τὴν πόλιν, δεδόχθαι τ[ῶ]ι [δ]- | |
ήμωι, ἐπαινέσαι μὲν Νίκω[να Νικο]- | |
25 | στράτου Ἀβυδηνὸν ἀρ[ετῆς ἕνεκα] |
καὶ εὐνοίας τῆς ε[ἰς τὸν δῆμον τὸ]- | |
ν Ἀθηναίων κ[αὶ στεφανῶσαι αὐτὸ]- | |
ν χρυσῶ[ι στεφάνωι ἀπὸ ․ δραχμῶν] | |
ὅπως — — — — — — — — — — — — — — | |
frg. b.1 | [— — — — — — — ψῆφ]ον εἰς τὴν πρ- |
[ώτην ἐκκλησίαν· ἀν]αγράψαι δὲ τό- | |
[δε τὸ ψήφισμα ἐν στ]ήλει λιθίνει | |
[καὶ στῆσαι ἐν ἀκρο]πόλει, εἰς δὲ τ- | |
5 | [ὴν ἀναγραφὴν τῆς σ]τήλ[ης δ]οῦναι |
[τὸν ταμίαν τοῦ δήμ]ου· ⋮𐅄⋮ δραχμὰ- | |
[ς ἐκ τῶν εἰς τὰ κατὰ ψ]ηφίσματα ἀν- | |
[αλισκομένων τῶι δ]ήμωι vacat |