[ ] Phryg. — Temenothyrai (Uşak) — REG 3.1890.56,10 — BCH 19.1895.555 — IGR 4.619
— — —
1 τὸν ἀξιολογώτατον ἄρ-
χοντα αʹ τῆς λαμπροτάτης
Τημενοθυρέων πό-
λεως διὰ πασῶν ἀρ-
5 χῶν καὶ λειτουργι-
ῶν ἐνδόξως ἐλ-
θόντα ἡ λαμπρο-
τάτη Ἀμοριανῶν
πόλις καὶ σύμμαχος
10 Ῥωμαίων καὶ δεξιαῖς
τετειμημένη πολλά-
κις ὑπὸ βασιλέων, κα[τὰ]
τα δόξαντα καὶ ψη-
φισθέντα ὑπό τε τῆς
15 παρ’ αὐτῇ βουλῆς {τε}
καὶ τοῦ δήμου, τὸν κοι-
νὸν τῶν πατρίδων εὐ-
εργέτην ἐν τῇ ἀδελ-
φῇ ἀνέστησεν πόλει,
20 ἀμειβομένῃ τήν τε ἐκ
γένους ἀξίαν τοῦ ἀν-
δρὸς καὶ τ<ὰς> περὶ ἑκα-
τέρας τὰς πατρίδας
αὐτοῦ εὐεργεσίας καὶ
25 φιλοστοργίας, ἐπιμελη-
σαμένου τῆς τειμῆς
τοῦ ἀνδριάντος Αὐρ. Θεσ-
σαλοῦ Μακεδῶνος βουλευτοῦ.
Search Help
Contact Us