[ ]
Phryg. — Temenothyrai (Uşak) — REG 3.1890.56,10 — BCH 19.1895.555 — IGR 4.619
— — — | |
1 | τὸν ἀξιολογώτατον ἄρ- |
χοντα αʹ τῆς λαμπροτάτης | |
Τημενοθυρέων πό- | |
λεως διὰ πασῶν ἀρ- | |
5 | χῶν καὶ λειτουργι- |
ῶν ἐνδόξως ἐλ- | |
θόντα ἡ λαμπρο- | |
τάτη Ἀμοριανῶν | |
πόλις καὶ σύμμαχος | |
10 | Ῥωμαίων καὶ δεξιαῖς |
τετειμημένη πολλά- | |
κις ὑπὸ βασιλέων, κα[τὰ] | |
τα δόξαντα καὶ ψη- | |
φισθέντα ὑπό τε τῆς | |
15 | παρ’ αὐτῇ βουλῆς {τε} |
καὶ τοῦ δήμου, τὸν κοι- | |
νὸν τῶν πατρίδων εὐ- | |
εργέτην ἐν τῇ ἀδελ- | |
φῇ ἀνέστησεν πόλει, | |
20 | ἀμειβομένῃ τήν τε ἐκ |
γένους ἀξίαν τοῦ ἀν- | |
δρὸς καὶ τ<ὰς> περὶ ἑκα- | |
τέρας τὰς πατρίδας | |
αὐτοῦ εὐεργεσίας καὶ | |
25 | φιλοστοργίας, ἐπιμελη- |
σαμένου τῆς τειμῆς | |
τοῦ ἀνδριάντος Αὐρ. Θεσ- | |
σαλοῦ Μακεδῶνος βουλευτοῦ. |