[ ] Phryg. — Sebaste (Selçikler): Payamalan(dam)i — 1st c. BC — JHS 4.1883.413,28
— — —
1 [— — —]ον ἐν ὅλῳ
[τῷ βίῳ ζήσαντ]α καλῶς καὶ ἀμέμ-
[πτως, καὶ πρ]ὸς πάντας προσενηνε-
[γμένο]ν δεξιῶς, κ[α]ὶ προηγημέ-
5 νον [ἐν] τῇ πατρίδι [πά]ντοτε ἐν
τοῖς κοινοῖς, καὶ μηδέποτε φει-
σάμενον ἐν ἐπιδώσεσιν {²⁶ἐπιδόσεσιν}²⁶ καὶ
ἀναλώμασιν καὶ παν[θ]υνίαις {²⁶πανθοινίαις}²⁶,
ἔν τε τῇ πόλει ἡμῶν ἐπισήμως
10 στρατηγήσαντα καὶ ἀγορανο-
μήσαντα καὶ μὴ φεισάμενον
ἀναλώμασιν, καὶ πανψήφει
[— —]γ̣η̣τα τετειμ[ημένον]
— — —
Search Help
Contact Us