[ ] Phryg. — Sebaste (Selçikler) — ca. end 2nd c. AD — BCH 17.1893.269,57 — IGR 4.682
1 [— — —]αντα τόδ’ εἰσ[— — —]
[— — — ἐν Θ]αρσῃ ὅθι γείνατο [πότνια μήτηρ(?)]
[— — —] ὕψος ἐπ’ ἀκρότατ[ον — — —]
[— — —]ο̣ν δ’ ἔνθα καὶ εἰ παῖς [— — —]
5 [συμβ]λ̣ηθέντα {²⁷[βου]ληθέντα?}²⁷ μετήορον α[— — —]
[ἄνδρες νῦν] γὰρ ἐκεῖνο ποτὶ ῥίον οὐδὸ̣[ν ἀγαυόν]
[κτίζεσθ]α̣ι μεμάασ̣ι, τεθηπότες ὄρθιο[ν οὖρος]
[καὶ πλίν]θον κεράμοιο τετυγμένον ὑψό[σ’ ἀεῖραι],
[νήπιο]ι, ὥστε νέφεσσ’ ἔνι κείμενον οὐραν[ίοισιν].
10 [ὡς φάτ]ο. τοῖς μάλα τοῦτο Διονύσου ἅ[δε ῥῆμα],
[πατρίς] θ’ ἡμετέρη ὣ̣ς καὶ Διὸς ἤραρε θυμ[όν].
[εὖτε δὲ] παῖς πό<μα> ἱ<ρ>ὸν {⁴ΠΟΝΔΙΤΟΝ}⁴ ἐγείνατο νεκταρο[ειδές]
[ἀνθρ]ώποις, αὐτὸς δὲ θεῶν ἐπὶ νέκταρ ἐδέχ[θη]
[οὐρα]νῷ ἀθανάτοισι μετέμμεναι υἱέα Ζηνό̣[ς].
15 [δεῦρ]ο πάλαι δ’ Αὐγοῦστος, ἐπὶ {²⁶ἐπεὶ}²⁶ χρέα δήνεα Φοίβο[υ],
[ἤλυ]θ’ ἑλ<ὼ>ν πτολίεθρα περικτιόνων ἀνθρ[ώπων]
[κἀς ταύτ]ην κατένασσεν ὃς Αὔσονας ἐνβασίλευσεν,
[τήν τε πόλι]γ καὶ κλῆσεν ἐπ’ οὔνο[μ]α τοῦτο Σεβαστή[ν]
[Ῥωμαίων παρ’ ἄν]ακτας ἐπώνυμον, οἵ ῥα Σεβαστοί
20 [κικλήσκονται, ἄγαν] γ̣ὰρ ἐφείλατο {²⁶ἐφίλατο}²⁶ πατρίδα γαῖαν
[ἡμείων, πεδίον τ’ εὖ κ]είμενον· ἦ γάρ, ὅτ’ ἀήρ
[λευγαλέος καὶ Ἄρης ἐμφ]ύ̣λιος Ἀΐδι πολλόν
[πέμπεσκον λαόν, τόδε χωρίο]ν εἰσαφίκαν<ω>[ν]
[— — —] ο̣ἰω̣νῶ̣[ν].
Search Help