[ ] Phryg. — Eumeneia (Işıklı) — 3rd c. AD — CIG 3891 — Rob., Hell. 11-12.1960.436
1       ἔρρωσθε.
Αὐρ. Γέμελλος Μηνᾶ βουλευτὴς
τοῖς γλυκυτάτοις γονεῦσιν
Αὐρηλίοις Μηνᾷ βʹ τοῦ Φιλίππου
5    βουλευτῇ, γεραιῷ
καὶ Ἀπφίῳ Ἀρτᾶ, τὰ ἴδια ἐκ τῶν
ἰδίων· εἰς ὃ προεκήδευσεν τ[ὸν]
ἀδελφὸν Φίλιππον καὶ
τὴν πάτραν Κυρίλλαν
10 καὶ τὴν ἐξαδέλφην
[μ]ου Παῦλαν· κηδευθή-
σεται δὲ εἰς αὐτὸ
ἥ τε σύντροφος
αὐτοῦ Φιλήτη,
15 καὶ εἴ τινι ἑτέρῳ
ζῶν συνχωρήσει·
ὃς δ’ ἂν ἐπιχειρή-
σει ἕτερον ἐπει-
σενενκεῖν, λήψε-
20 ται παρὰ τοῦ ἀθα-
νάτου θεοῦ μάσ-
  τειγα {²⁶μάστιγα}²⁶ αἰώνιον.
Search Help
Contact Us