[ ] Phryg. — Eumeneia (Işıklı) — CIG 3902m
1 Κάσιος Τειμοθέου
ζῶν ἑαυτῷ τὸ ἡρῷον
κατεσκεύασεν καὶ
τῇ γυναικὶ αὐτοῦ Ἀπ-
5 φίᾳ· οὐδενὶ δὲ ἑτέρῳ
ἐξέσται τεθῆναι χω-
ρὶς εἰ μή τι πάθῃ ἡ θυγά-
τηρ μου Ἄπφιον πρὸ
τῆς ἡλικίας· ὁ δὲ ἐπι-
10 χειρήσας παρὰ ταῦτα
θήσαι {²⁶θήσει}²⁶ ἰς τὸν Καίσα-
ρος φίσκον (δην.) ͵βφʹ.
Search Help
Contact Us