[ ]
Phryg. — Eumeneia (Işıklı) — Hemerol.Meg.Hellados 1925.408 — SEG 6.193
1 | Αὐρ(ήλιος) Ζωτικὸς Ἀπολλωνίου κατεσκεύασε τὸ ἡρῷον καὶ |
τὸν ἐπ’ αὐτῷ βωμὸν ἑαυτῷ καὶ τῇ γυναικὶ αὐτοῦ Κυπρογενείᾳ | |
καὶ τῇ κειμένῃ θυγατρὶ Νηρηΐδι καὶ τοῖς λοιποῖς τέκνοις· | |
ἑτέρῳ δὲ οὐδενὶ ἔξεστι τεθῆναι· ὃς δ’ ἂν ἐπιχειρήσῃ θεῖναι | |
5 | χωρὶς τῆς συνχωρήσεως, θήσει εἰς τὴν ἱερωτάτην βουλὴν |
(δην.) φʹ. |