[ ] Phryg. — Eumeneia (Işıklı) — Emircik — 3rd c. AD — JRS 16.1926.61,183 [SEG 6.210] — Robert, Hell. 11-12.1960.414
A.0 [οὐνόμασιν σεμνοῖσιν]
ἰσόψηφος δυσὶ τούτ[ο]
Γάϊος ὡς ἅγιος, ὡς ἀγ[α]-
❦θὸς προλέγω· / ❦
ζωὸς ἐὼν τοῦτον τύμ-
5 βον τίς ἔτευξεν ἑαυτῷ; /
Μούσαις ἀσκηθεὶς ❦
Γάϊος π[ρ]αγματικός, /
ἠδ’ ἀλόχῳ φιλίῃ Τατίῃ
τέκεσίν τε ποθητοῖς, /
10 ὄφρα τὸν ἀΐδιον τοῦ❦-
τον ἔχωσι δόμον /
σὺν Ῥούβῃ μεγάλοιο
θ(εο)ῦ Χ̣ρ̣(ιστοῦ) θεράποντι. ❦
B.14 [οὐ]κ ἔσχον πλοῦτον πολὺν
15   εἰς βίον, οὐ πολὺ χρῆμα, /
γράμμασι δ’ ἠσκήθην ἐκπο-
  νέσας μετρίοις, /
ἐξ ὧν τοῖσι [φ]ίλοισιν ἐπή[ρ]-
  κεον ὡς δύναμίς μοι, /
20 σπουδὴν ἣν ε[ἶχ]ον, πᾶσι
  χαριζόμενος. /
τοῦτο γὰρ ἦν μοι τερπν[όν],
  ἐπαρκεῖν εἴ τις ἔζρῃζε[ν], /
ὡς ἄλλων ὄλβος τέρψιν
25   ἄγει κραδίῃ. /
μηδε̣ὶ̣ς δ’ ἐν πλούτῳ τυφ[ω]-
  θεὶς γ̣α̣ῦ̣ρα(?) [φ]ρονείτω, /
πᾶσι γὰρ εἷς Ἅδης καὶ τέ❦-
  λος ἐστὶν ἴσον. /
30 ἔστιν τις μέγας ὢν ἐν κτή-
  μασιν· οὐ πλέον οὗτος, /
ταὐτὸ μέτρον γαίης πρὸς
  τάφον ἐκδέ[χ]εται. /
σπεύδετε, τὴν ψυχὴν
35   εὐ[φ]ραίνετε πάντοτε θ̣νη[τοί], /
[ὡ]ς ἡδὺς βίοτος, καὶ μέτρον
  ἐστὶ ζοῆς. /
ταῦτα, [φ]ίλοι· μετὰ ταῦτα τί
  γὰρ πλέον; οὐκέτι ταῦτα. /
40 στήλλη ταῦτα λαλεῖ καὶ λί-
  θος, οὐ γὰρ ἐγώ.
C.42 θύραι μὲν ἔνθα κ[αὶ]
  πρὸς Ἀΐδαν ὁδοί· /
ἀνεξόδευτοι δ’ εἰσ[ὶν]
45   ἐς φάος τρίβοι· /
οἱ δὴ δίκαιοι πάντ[οτ’]
  εἰς ἀ[νά]στασιν /
[πρ]οδε[ικνύ]ουσι τ[․․]
  τ[․․․c.9․․․] θ̣εός /
50 — — — — — —
  — — — — — — /
— — — — — —
  — — — ποιμ[ένα] /
το— — — — — — — —
55 — — — ἀ[νάστα]σις. /
Search Help
Contact Us