[ ] Phryg. — Eumeneia (Işıklı) — Emircik — 3rd c. AD — BCH 8.1884.238,1 — IGR 4.743
A,II.4 ζωὸς ἐὼν τοῦτον τύμ-
5 βον τις ἔτευξεν ἑαυτῷ, /
Μούσαις ἀσκηθείς,
Γάϊος πραγματικός, /
[ἠ]δ’ ἀλόχῳ φιλίῃ Τατίῃ
τέκεσίν τε ποθητοῖς, /
10 οἵ ῥα τὸν ἀίδιον τοῦ-
τον ἔ[χ]ωσι δόμον, /
σὺν Ῥουβῇ μεγάλοιο
θ[εοῦ] θεράποντι
[— — — / καὶ μετὰ {²name of a second friend}² ]
A,I.0 [— — — νῦν δ’ αὖθις]
ἰσόψηφος δυσὶ τούτοις /
Γάϊος ὡς ἅγιος, ὡς ἀγα-
  θὸς, προλέγω. /
B.1 [οὐ]κ ἔσχον πλοῦτον πολὺν
εἰς βίον, οὐ πολὺ χρῆμα, /
γράμμασι δ’ ἠσκήθην ἐκπο-
νέσας μετρίοις· /
5 ἐξ ὧν τοῖσι [φ]ίλοισιν ἐπή[ρ]-
κεον ὡς δύναμίς μοι, /
σπουδὴν ἣν εἶχον πᾶσι
χαριζόμενος. /
τοῦτο γὰρ ἦν μοι τερπνὸν
10 ἐπαρκεῖν εἴ τις ἔχρῃζε, /
ὡς ἄλλων ὄλβος τέρψιν
ἄγει κραδίῃ. /
μηδεὶς δ’ οὖν πλούτῳ τυφλω-
θεὶς [κοῦ]φα φρονείτω, /
15 πᾶσι γὰρ εἷς Ἅιδης καὶ τέ{θ}-
λος {²⁶τέλος}²⁶ ἐστὶν ἴσον. /
ἔστιν τις μέγας ὢν ἐν κτή-
μασιν; οὐ πλέον οὗτος, /
ταὐτὸ μέτρον γαίης πρὸς
20 τάφον ἐκδέχεται. /
σπεύδετε, τὴν ψυχὴν
εὐφραίνετε πάντοτε, [θ]νη[τοί], /
ὡς ἡδὺς βίοτος, καὶ μέτρον
ἐστι ζοῆς. /
25 ταῦτα, φίλοι μετὰ ταῦτα τί
γὰρ πλέον; οὐκέτι ταῦτα· /
στήλλη ταῦτα λαλεῖ καὶ λί-
θος, οὐ γὰρ ἐγώ. /
C.1 θύραι μὲν ἔνθα καὶ
πρὸς Ἅιδαν ὁδοὶ /
ἀνεξόδευτοι δ’ εἰσὶν
ἐς φάος τρίβοι· /
5 [ο]ἱ δὴ δ[είλ]αιοι πάντ[ες]
εἰς ἀ[νά]στασιν /
[․․․]Λ․[․․․․․]ΟΥϹΠ[․․]
ΤΟ[․․․․․․․․]ΕΛϹ /
{²Four iambic verses illegible.}²
Search Help
Contact Us