[ ] Phryg. — Eumeneia (Işıklı) — Buçak
1 Ἀλέξανδρος Ἀλεξ[νδρου τ]οῦ Θεο-
γένους [ἐποί]ησεν ἐν τόπῳ ἰδίῳ ἐκ [τ]ῶν ἰδίων τὸ σύνκρουσ[τ]ον σὺν τῷ βωμῷ,
ἑαυτῷ κὲ τῇ γυναικὶ αὐτοῦ Τατίᾳ κὲ τέκνῳ γνησίῳ· εἰ δέ τις ἀ[ν]τιπο[ιήσε]ι
ἢ ἐπικωλύσει ἢ ἕτε[ρ]όν τινα θήσει, θήσει [ε]ἰς τὸν φίσκον τῶν κυρίω[ν]
5 δηνάρια δισχίλια κὲ ἰς τ[ὴ]ν ἱε[ρ]ὰν βουλὴν δηνά[ρ]ια δισχίλια. τούτων
ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us