[ ] Phryg. — Eumeneia/Apameia?: Bozüyük — aft. 212 AD — BCH 17.1893.246,15 — JHS 50.1930.266-269 — SEG 6.263; IGR 4.807
1 ἐν τούτῳ τῷ ἡρῴῳ κεῖται Παπίας Τυράννου {²vac.}²
τοῦ Μοιτα μετὰ γονέων καὶ συνγενῶν· ἐπέγραψε δὲ
τῷ μνημείῳ Αὐρήλιος Π̣απίας βʹ ὁ καὶ Κόιντος· εἰς ὃ {μνη}-
μνημεῖον ἕτερος οὐ τεθήσεται, οὐδὲ συνγενὴς οὐδὲ ἐξω-
5 τικὸς, πλέον Παπίας ὁ ἐπιγράψας ἢ τέκνον αὐτοῦ.
εἰ δέ τις τολμήσει θεῖναί τινα, θήσει προστείμου
 ❦ εἰς εἰκόνα Καίσαρος (δην.) ψνʹ. ❦
Search Help
Contact Us