[ ] Phryg. — Synnada (Şuhut) — 2nd/1st c. BC — BCH 7.1883.300,24 — BCH 11.1887.218,13 — *SAWW 166,1.1911.55-61
0 [— — — θυ]-
σίαις [τε καὶ ταῖς λ]οιπαῖς τιμαῖς καὶ ἀγάλ[μα]τι μ[αρμαρι]-
νῶι [καὶ εἶναι αὐ]τὸν σύνναον καὶ σύνβωμον τῶ[ι — — —].
δήμ[ου ψήφισμα] εἰσανγειλάντων στρατηγῶ[ν· Φιλό(?)]-
ξεν[ος εἶπεν· ἐπεὶ] Φιλωνίδης Ἡροδώρου τοῦ Λιμναίου [ἔτι ὑπάρ]-
5 χω[ν ἐν παιδὸς] ἡλικίαι ἀγωγῆς μεν ἐτύνχανεν τῆς βε[λτίσ]-
της διὰ τὴν τῶν γονέων περὶ τὰ σπουδαῖα τῶν ἐν τῶι βίωι κ[ρίσιν],
ζηλωτὴς δὲ γινόμενος τῶν ἀρίστων συνῳκείου τὸν μὲν [τρό]-
πον ἀρετῇ καὶ σωφροσύνῃ, τὸ δὲ ἦθος κοσμιότητι καὶ εὐσχ[η]-
μοσύνῃ διὰ τὸ καὶ φύσ[ει] ἀνχίνοιαν αὐτῶι παρεῖναι, γινόμενό[ς]
10 τε ἄξιος τ[ῆς τ]ῶν γονέων δόξης ἐμεσολαβήθη ἐναντιωθε[ίσης]
τῆ[ς] τύχ[ης· ἐφ’ ὧι σ]υνέβη τοὺς γονεῖς αὐτοῦ καὶ τοὺς πολίτα[ς]
διασ[υνχυθέντ]ας καθ’ ὑπερβολὴν λυπηθῆναι, καὶ καθήκει τ[ὸν]
δῆμον ε[ἰωθότ]α τ[ιμ]ᾶν τοὺς πρὸς ἀρετὴν τρεπομένους, μεμ[νη]-
μένον δ[ὲ τῆς τ]ῶν προγόνων αὐτοῦ δόξης καὶ τῶν χρει[ῶν]
15 ὧν ἔπραξ[αν, ἔχ]οντα δὲ καὶ παρὰ Φιλωνίδου τοῦ πάπου α[ὐτοῦ]
πλήρη τὰ δί[και]α, καὶ τὰς ἐξ αὐτοῦ γινομένας κατὰ τὸ συ[νεχὲς]
εἰς τὴν πατρ[ί]δ] εὐεργεσίας, ἔτι δὲ καὶ τὴν ἐν ταῖς ἀρχαῖ[ς]
πίστιν τε καὶ καθα[ριότητα] καὶ τὴν πρὸς ἕνα καὶ ἕκαστον [τῶν]
πολιτῶν γνησιότητά τε καὶ φιλανθρωπίαν, ἀπ[ονέμειν τῶι ἥρ(?)]-
20 ωϊ τὰς ἐπιβαλλούσας τιμὰς· ἐστεφανῶσ[θαι ὑπὸ τοῦ παντὸς]
δήμου Φιλωνίδην Ἡροδώρου τοῦ Λιμναίου σ[τεφάνωι τε {στε}]-
{φάνωι τε} χρυσῶι καὶ εἰκόνι γραπτῆι καὶ εἰκόν[ι χρ]υσ[ῆι ὧν τὴν ἀ]-
νάθεσιν καὶ ἀνάστασιν γενέσθαι ἐν τῶι γ[υμνασίωι καὶ ἀγάλ]-
ματι μαρμαρινῷ οὗ τὴν ἀνάστασιν γε[νέσθαι ἐν τῶι ναῶι(?) —]
25 — — —
Search Help
Contact Us