[ ]
Phryg. — Synnada (Şuhut) — 2nd/1st c. BC — BCH 7.1883.300,24 — BCH 11.1887.218,13 — *SAWW 166,1.1911.55-61
0 | [— — — θυ]- |
σίαις [τε καὶ ταῖς λ]οιπαῖς τιμαῖς καὶ ἀγάλ[μα]τι μ[αρμαρι]- | |
νῶι [καὶ εἶναι αὐ]τὸν σύνναον καὶ σύνβωμον τῶ[ι — — —]. | |
δήμ[ου ψήφισμα] εἰσανγειλάντων στρατηγῶ[ν· Φιλό(?)]- | |
ξεν[ος εἶπεν· ἐπεὶ] Φιλωνίδης Ἡροδώρου τοῦ Λιμναίου [ἔτι ὑπάρ]- | |
5 | χω[ν ἐν παιδὸς] ἡλικίαι ἀγωγῆς μεν ἐτύνχανεν τῆς βε[λτίσ]- |
της διὰ τὴν τῶν γονέων περὶ τὰ σπουδαῖα τῶν ἐν τῶι βίωι κ[ρίσιν], | |
ζηλωτὴς δὲ γινόμενος τῶν ἀρίστων συνῳκείου τὸν μὲν [τρό]- | |
πον ἀρετῇ καὶ σωφροσύνῃ, τὸ δὲ ἦθος κοσμιότητι καὶ εὐσχ[η]- | |
μοσύνῃ διὰ τὸ καὶ φύσ[ει] ἀνχίνοιαν αὐτῶι παρεῖναι, γινόμενό[ς] | |
10 | τε ἄξιος τ[ῆς τ]ῶν γονέων δόξης ἐμεσολαβήθη ἐναντιωθε[ίσης] |
τῆ[ς] τύχ[ης· ἐφ’ ὧι σ]υνέβη τοὺς γονεῖς αὐτοῦ καὶ τοὺς πολίτα[ς] | |
διασ[υνχυθέντ]ας καθ’ ὑπερβολὴν λυπηθῆναι, καὶ καθήκει τ[ὸν] | |
δῆμον ε[ἰωθότ]α τ[ιμ]ᾶν τοὺς πρὸς ἀρετὴν τρεπομένους, μεμ[νη]- | |
μένον δ[ὲ τῆς τ]ῶν προγόνων αὐτοῦ δόξης καὶ τῶν χρει[ῶν] | |
15 | ὧν ἔπραξ[αν, ἔχ]οντα δὲ καὶ παρὰ Φιλωνίδου τοῦ πάπου α[ὐτοῦ] |
πλήρη τὰ δί[και]α, καὶ τὰς ἐξ αὐτοῦ γινομένας κατὰ τὸ συ[νεχὲς] | |
εἰς τὴν πατρ[ί]δ[α] εὐεργεσίας, ἔτι δὲ καὶ τὴν ἐν ταῖς ἀρχαῖ[ς] | |
πίστιν τε καὶ καθα[ριότητα] καὶ τὴν πρὸς ἕνα καὶ ἕκαστον [τῶν] | |
πολιτῶν γνησιότητά τε καὶ φιλανθρωπίαν, ἀπ[ονέμειν τῶι ἥρ(?)]- | |
20 | ωϊ τὰς ἐπιβαλλούσας τιμὰς· ἐστεφανῶσ[θαι ὑπὸ τοῦ παντὸς] |
δήμου Φιλωνίδην Ἡροδώρου τοῦ Λιμναίου σ[τεφάνωι τε {στε}]- | |
{φάνωι τε} χρυσῶι καὶ εἰκόνι γραπτῆι καὶ εἰκόν[ι χρ]υσ[ῆι ὧν τὴν ἀ]- | |
νάθεσιν καὶ ἀνάστασιν γενέσθαι ἐν τῶι γ[υμνασίωι καὶ ἀγάλ]- | |
ματι μαρμαρινῷ οὗ τὴν ἀνάστασιν γε[νέσθαι ἐν τῶι ναῶι(?) —] | |
25 | — — — |