[ ] Phryg. — Dokimeion (İscehisar) — MDAI(A) 56.1931.124,8 — Rev.Phil. 1934.267
1                  ἀγαθῆι τύχηι.
καὶ προγόνους καὶ πάντας ὁμοῦ νίκησε πολείτας
  Εὐστέφιος παρέχων πατρίδι τῇ σφετέρῃ,
ἴχνεσι τοῖς ἰδίοις δ’ ἐδιδάξατο παῖδας ἕπεσθαι,
5   πάντα πολιτίης τῆς ἰδίης τελέσας,
ὧν ἕνεκεν πάντες ναέτη Δοκίμοιο πόληος
  στήσαμεν ἀντ’ ἀγαθῶν μ[ι]κρὰ χαριζόμενοι.
Search Help
Contact Us