[ ]
Phryg. — Dokimeion (İscehisar) — MDAI(A) 56.1931.124,8 — Rev.Phil. 1934.267
1 | ἀγαθῆι τύχηι. |
καὶ προγόνους καὶ πάντας ὁμοῦ νίκησε πολείτας | |
Εὐστέφιος παρέχων πατρίδι τῇ σφετέρῃ, | |
ἴχνεσι τοῖς ἰδίοις δ’ ἐδιδάξατο παῖδας ἕπεσθαι, | |
5 | πάντα πολιτίης τῆς ἰδίης τελέσας, |
ὧν ἕνεκεν πάντες ναέτη Δοκίμοιο πόληος | |
στήσαμεν ἀντ’ ἀγαθῶν μ[ι]κρὰ χαριζόμενοι. |