[ ]
Phryg., E. — Hadrianopolis: Eldeş
[οὐ, ξέν’, ἀδακρυτί σ’ οἶ]- | |
0 | [μαι τοῦτ̣’ ἔ̣ργο̣ν̣ ἀθ]- |
ρήσειν, οὐδ’ εἴ τοι πο- | |
λιοῦ θυμὸς ἔφυ μολίβου, | |
εὖτε δάης ὅστις τε καὶ | |
ὅντινα πότμον ἔπε- | |
5 | σπ[ον]. κ[εκ]λ̣ή̣μ̣η̣ν̣ Σωσσθ- |
ᾶς. νητὴ ἔχει κονίη· | |
[ἀν]τ’ ἀρετῆς τε πάροιθε | |
νεοδμήτου θαλάμοιο | |
λαμπάδας αἰθομένας | |
10 | ἔλλιπον οἰχομένος, |
ταῖς δ’ αὐταῖς καθύπερθε | |
πυρῆς ψυχρῶ ἐνὶ λέκτρω | |
κείμενος οἰκτρὰς ἰδεῖν | |
νύμφιος ἐφ[λεγ]όμην. |