[ ] Phryg., E. — Hadrianopolis: Eldeş
[οὐ, ξέν’, ἀδακρυτί σ’ οἶ]-
0 [μαι τοῦτ̣’ ἔ̣ργο̣ν̣ ἀθ]-
ρήσειν, οὐδ’ εἴ τοι πο-
λιοῦ θυμὸς ἔφυ μολίβου,
εὖτε δάης ὅστις τε καὶ
ὅντινα πότμον ἔπε-
5 σπ[ον]. κ[εκ]λ̣ή̣μ̣η̣ν̣ Σωσσθ-
ᾶς. νητὴ ἔχει κονίη·
[ἀν]τ’ ἀρετῆς τε πάροιθε
νεοδμήτου θαλάμοιο
λαμπάδας αἰθομένας
10 ἔλλιπον οἰχομένος,
ταῖς δ’ αὐταῖς καθύπερθε
πυρῆς ψυχρῶ ἐνὶ λέκτρω
κείμενος οἰκτρὰς ἰδεῖν
νύμφιος ἐφ[λεγ]όμην.
Search Help
Contact Us