[ ] Phryg., E. — Hadrianopolis: Çavuşci Köy
1 τοῦτον̣ τ̣ὸν τύμβ[ον]
Παύλῃ περ[ι]κ̣αλλέϊ κο[ύρῃ] |
οἱ μὲν Ἀλέξανδρο[ς]
σὺν πινυτῇ ἀλόχῳ |
5 Ἀπφια κρατερῶν [τ]οκ[έων]
κεδνῶ[ν] τ̣’ ἐ̣κγαῶντε[ς], |
ὄντες ὁ μὲν Παύλο[υ]
ἡ δὲ Κοιντογενή[ς], |
παρθένῳ ἐσθλοτά[τῃ]
10 δεκαπεντάτει περ ἐού[σῃ] |
μνήμης καὶ τείμης τ’
εἵνεκα καὶ νομ[ί]μω[ν].
Search Help
Contact Us