[ ]
Att. — stoich. 23 — 304/3 — IG II² 483 Add. (pt. 1.2 p. 661)
1 | ἐπὶ Φερεκλέους ἄρχοντος ἐπ- |
ὶ τῆς Οἰνεῖδος ἑβδόμης πρυτ- | |
ανείας, ἧι Ἐπιχαρῖνος Δημοχ- | |
άρους Γαργήττιος ἐγραμμάτ- | |
5 | ευεν· Γαμηλιῶνος δευτέραι μ- |
ετ’ εἰκάδας, ἐνάτει καὶ εἰκοσ- | |
τεῖ τῆς πρυτανείας· ἐκκλησί- | |
α· τῶν προέδρων ἐπεψήφιζεν Φ- | |
υλαξίας Φανίου Ἀναγυράσιο- | |
10 | ς καὶ συμπρόεδροι· ἔδοξεν τῶ- |
ι δήμωι· Εὐβουλίδης Εὐβούλο- | |
υ Ἐλευσίνιος εἶπεν· ἐπει[δ]ὴ [Φ]- | |
ειδίας ὁ ἰατρὸς διατελεῖ πρ- | |
άττων τὰ συμφέροντα τῶι δήμ- | |
15 | ωι τῶι Ἀθηναίων καὶ τοὺς δεο- |
μένους Ἀθηναίων θεραπεύων | |
[φ]ιλοτίμως καὶ νῦν ἐπιδέδω[κ]- | |
[ε]ν ἑαυτὸν δηνοσιεύειν δωρε- | |
[ὰ]ν ἐνδεικνύμενος τὴν εὔνοι- | |
20 | αν ἣν ἔχει πρὸς τὴν πόλιν, ἀγα- |
θεῖ τύχει δεδόχθαι τῶι δήμω- | |
ι ἐπαινέσαι Φειδίαν Ἀπολλ[ω]- | |
νίου Ῥόδιον εὐνοίας ἕνεκα [κ]- | |
αὶ ἐπιμελέας ἣν ἔχων διατελε- | |
25 | ῖ πρὸς τὸν δῆμον τὸν Ἀθηναίω- |
ν καὶ στεφανῶσαι αὐτὸν θαλλ- | |
οῦ στεφάνωι· ἀναγραψαι δὲ τό- | |
δε τὸ ψήφισμα τὸν γραμματέ[α] | |
τὸν κατὰ πρυτανείαν ἐν στή[λ]- | |
30 | ει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι] |
Ἀσκληπιείωι | |
vacat 0.40 |