[ ] Phryg., N. — Nakoleia (Seyitgazi)
1 [κουριδίην ἄλοχον(?) Στ]ρ̣ατ[ο]-
[ν]είκην τήνδε θανοῦσαν̣ |
Εἱερὸς ἐκθύμως κλαῦσε [φί]-
λος γαμέτης, | τῶ θα̣λ[ε]-
5 ρὸν διὰ τῆσδε ποθ<ῆ>ς δά̣-
κρυ, κοὐκ ἐπιλείψει | οὔ-
ποτέ μιν <θρηνῶν> μέχρι καὶ εἰς Ἀ[ΐ]-
δην· | οὐδὲ γὰρ̣ [ο]ὐδέ οἱ ὄ[μ]-
[μ]ατ’ ἐφήρμοσεν, ἀλλὰ γ̣[ο]-
10 [ν]ῆες· | πολλάκι̣ γὰρ ξείν̣[ω]-
[ν] οἶδέ [μ]ε̣ γ̣αῖα̣ πρόσω· | κα[ί]
νιν κα̣ὶ [αἰε]ὶ π̣εριώσιον ❦
ἀ̣μφαγ[άπ]α̣ζ[ε]ν, | εἰσιδέειν
δὲ θεο[ὺ]ς ε̣[ἵ]λ̣ετο καὶ θανέειν̣. |
15 τ̣οὔνεκά̣ μιν μ[ᾶ]λ̣λον γαμέ-
[τ]ης στέν[εν] ὄφρα πο̣τ̣’ ἄστρο[ις]· |
[ο]ὐ λίπετ̣’ ἀνθ’ αὑτῆς εἰκόν[α]
μ̣υρομέν̣ω. | φεῦ παθέων, δ[α]-
[ῖ]μ̣ον κ̣[α]κὲ̣ βάσκανε, πολλὰ̣
20 [σ]ὺ τῆδ̣ε̣ | θῆκες σὺν κ̣ούρη π[ή]-
[μ]ατ’ ἀποφθιμένη, | ἀνδρὸς ❦
[κ]ουριδίου πένθος πολύ, κα̣[ὶ]
[κ]ενὸν οἶκον, | καὶ γονέων θρ[ῆ]-
νον, δάκρυα πολλὰ γένει. ❦ |
25 [πο]λλάκι γὰρ τόδ[ε ․․․․ <⏑⏑ –⏑⏑ –⏑⏑ ––> | βάσ]-
[κα]νε· κάλλος ἅπαν ο[ἴχετ]-
ε̣ ἐς φθιμένους. ❦ | [Εἱερὸς]
Σ̣τρατονείκη συνβίω̣ [μνή]-
❦μης χάριν. ❦ |
Search Help
Contact Us