[ ] Phryg. — Synnada (Şuhut) — 1st-2nd c. AD — GVI 1476
a.1 δαίμονος ἀντιάσασα
κακοῦ, νεόνυμφε
Μόδεστα, | ὤλεο καλ̣-
λίστηι πατρίδος ἀν̣
5 γα[ΐ]ηι | νήπιον υἷα
λιποῦσα κασιγνη-
τους τε καὶ ἄνδρα |
καὶ τοκέας
χῆρον καὶ τοκέας
10 γήραϊ τειρομένους |
καὶ θάλαμον καὶ
λέκτρον· ἐρημαίη
δ’ ἐπὶ τύμβωι | στή-
σομαι ἀντὶ κόρης
δακρυόεσσα λίθος. |
15 οἰκτείρω σε, γέρον
πάτερ Αἰσχύλε -- καὶ
γὰρ ἄναυδοι | στῆ-
λαι τοιούτοις πέν-
[θεσι τεγγόμεθα]. |
20 [τῆσδε πατὴρ γέγο]-
b.21 ν̣α[ς, Μά]ριος δ’ ἐδέδε-
κτο γεγηθὼς | ὁ πρῶ-
τος λύσας ζώματα
    παρθενίας. |
Search Help
Contact Us