[ ] Phryg., N. — Tiberiopolis: Mümye
1 προσθὲ κασίγνητον Τρο-
φιμᾶν Ζεῦξις ἄτεκνον /
καὶ παῖδα εἰνατὴ Τρο-
φιμᾶν θάψεν ἄνυμφον, /
5 ὠκυμόρους δοίους τύμβῳ
ἑνὶ οἷς ἔπι κεῖνος / ❦ πένθος
ἄλαστον ἔχων σὺν Σωσ-
θενίδι παρακοίτι. / {²vac.}²
βωμὸν ἀνέστησεν λύπης
10 ἄκος ἠδ’ ἐ<π>’ ἐκείνοις /
ὠκυμόροις φθιμένοις
μνήμην αἰώνιον εἶναι. /
κείνοις μὲν φθιμένοις, ἑαυ-
τῷ δ’ ἔ̣τι ζῶν ἀνέθηκεν /
15 Σωσθενίδι τε ἀλόχῳ μνή-
μην ἵνα ἔχωσι θανόντες. /
Search Help
Contact Us