[ ] Phryg., N. — Kotiaion (Kütahya) — Aslanapa — 250-early 4th c. AD
1 [αἶ]ψα πανύστατε παρθένε κεῖσαι
[δεσποίν]η̣ς̣ δ̣ε̣ινῆς οἶστρον ἔχουσα μόρῳ
[— —]α̣ι̣ ἐνυνφεύθης οὐδ’ ἰς λέχος ἥρμοσε πατὴρ
[ἀλ]λ’ ὀλοαὶ κώκυσαν Ἐρηνύες ἰς Ἀχέροντα
5 [ο]ὔνομα δὶς Κύριλλα γονεῦσι Κάτυλλα Μένανδρος
κὲ Ὀνήσιμος κὲ Ἀλεξανδρία νύνφη
ἀνφότεροι Πλούτωνος ἀνηλέος ἦσαν ὑπουργοὶ
ἣν γὰρ ἔδι κώμοισι βρέμειν ταύτην τάφοις ἐστεφάνωσεν
10 Χρηστιανοὶ Χρηστιανοῖς.
Search Help
Contact Us