[ ] Phryg., N. — Appia (Pınarcık-Abya) — Altıntaş Köy — 325-350 AD or later
1 ἐνθάδε γῆ κατέχει Θεοδώραν τὴν Ε̣ΝΔ̣Ι̣Ϲ̣#⁷#⁷Ν
καὶ κάλλι καὶ μεγέθι καὶ ἐμφ̣[ρο]σύ̣νῃ δὲ μάλιστα̣,
ᾗ φάος ἠελίου γ̣λυ̣κερώτερον οὐ̣κ̣έτι λάμπει.
ἄνθεα πάντα φύουσιν, κάλλος δὲ τὸ σὸν μεμάρανται,
5 καὶ γ̣ῆ σε κατέχει καὶ ἀνέκβατος οἶκος.
σε{ν} τείμησεν πατρὶς ὅλη τὴ̣ν σὴ̣ν γνώμην καθορῶντες.
Θεοδώρα κλάδος ἐλέας, ταχὺ πῶς ἐμαράνθης.
κλαύσατ’ ἐλαίμονα πάντες Θεοδώρας νεότηταν,
τὴν σώφρονα καὶ εὐγενίδα, ἡ τὴν πατρίδα προέλιψεν.
10 Ὀνήσιμος Φιλέρωτος ἔτι ζῶν σὺν τοῖς παιδίοις μου
Φιλήτῳ καὶ Καλλιγενείᾳ καὶ Ὀνησίμῃ, σὺν τ̣ῷ
γαμβρῷ Εὐτυχί-
ῳ, μετὰ
τοῦ ἐγγό̣-
15 νου Βα-
σιλίου,
ποι-
ήσαμεν
μνή-
20 μης
χάριν.
Search Help
Contact Us