[ ]
Phryg., N. — Appia (Pınarcık-Abya) — Altıntaş Köy — 325-350 AD or later
1 | ἐνθάδε γῆ κατέχει Θεοδώραν τὴν Ε̣ΝΔ̣Ι̣Ϲ̣#⁷#⁷Ν |
καὶ κάλλι καὶ μεγέθι καὶ ἐμφ̣[ρο]σύ̣νῃ δὲ μάλιστα̣, | |
ᾗ φάος ἠελίου γ̣λυ̣κερώτερον οὐ̣κ̣έτι λάμπει. | |
ἄνθεα πάντα φύουσιν, κάλλος δὲ τὸ σὸν μεμάρανται, | |
5 | καὶ γ̣ῆ σε κατέχει καὶ ἀνέκβατος οἶκος. |
σε{ν} τείμησεν πατρὶς ὅλη τὴ̣ν σὴ̣ν γνώμην καθορῶντες. | |
Θεοδώρα κλάδος ἐλέας, ταχὺ πῶς ἐμαράνθης. | |
κλαύσατ’ ἐλαίμονα πάντες Θεοδώρας νεότηταν, | |
τὴν σώφρονα καὶ εὐγενίδα, ἡ τὴν πατρίδα προέλιψεν. | |
10 | Ὀνήσιμος Φιλέρωτος ἔτι ζῶν σὺν τοῖς παιδίοις μου |
Φιλήτῳ καὶ Καλλιγενείᾳ καὶ Ὀνησίμῃ, σὺν τ̣ῷ | |
γαμβρῷ Εὐτυχί- | |
ῳ, μετὰ | |
τοῦ ἐγγό̣- | |
15 | νου Βα- |
σιλίου, | |
ἐποι- | |
ήσαμεν | |
μνή- | |
20 | μης |
χάριν. |