[ ] Phryg. — Upper Tembris Valley: Aykırıkçı — 3rd c. AD — BCH 33.1909.426,429
1 εἰσοράᾳς τύμβ[ον π]α[ρ]όδοις ἐπὶ σήμασι, [ξ]εῖ[νε],
ὃν τεύχει Πατρίκις περικαλλεῖ τῇδε συνε[ύνῃ]
Ἀντιοχίδι πινυτῇ πολυγηθέα σωφροσύν[ῃ τε],
οὐ πλεῖστον ἀριθμὸν ἐτέων συνζήσας ἀμέ[μπτως]
5 [ἀ]λλά που δέκ’ ἔτη πολλῇ φιλίῃ διὰ κάλλος
ἦθος ἠδὲ τρόπους καὶ εὐγενείης ἕνεκ’ ἐσθλῆ[ς],
μοῦνον τεξαμένην φίλιον τέκος ἐν θαλάμοισ[ιν],
οὔνομα τὴν Τροφίμην ἔτ’ ἐν μελάθροις καλέσ[ασαν],
καὶ [λ]είπει τήνδε μόνην παρηγορίην πατρὶ χηρ[ῷ],
10 ἧς ἑκυρὸς Τρόφιμος Δόμνῃ σὺν ἑῇ τε συνεύν[ῃ]
Κύριλλός τε δαὴρ ὕμνους σεμνοὺς ἀναπέμπ[ει].
[μή]τηρ τήνδ’ ἔτι καὶ νῦν στένει Τροφίμη πολύθ[ρηνος]
[καὶ Πα]τρίκις συνόμαιμος ἅμα δισσαί τε φίλαι τε
[πάρθεν]οι Κύριλλα καὶ Ἀγριππεῖνα χάριν αὐτῆς
1 [τὴν ὀσ]μὴ[ν ν]εότητος ἠ[δ’] ἀγλαίην̣ ἀπολοῦ<σ>[ι]
[— — — — — — — — — — — — ὃ] προκείμενόν ἐ<σ>τ[ι]
[— — — — — — — — — — — — οὐ]δεὶς δὲ δύνηται
[— — — — — — — — — — — — — — —]․Η[— — —]
5 — — —
frag.1 — — — ἡ γυνὴ αὐτοῦ Αὐ[ρ. — — —]
[— — — κ]ὴ ὁ ἀνὴρ αὐτῆς Αὐρ. — — —
[— — — γυ]νηκὶ [κὴ ἑα]υτῷ ἔτι [ζῶν — — —]
— — —
Search Help
Contact Us