SERP 125,7
[ ] Phryg. — Upper Tembris Valley: Zemme — beg. 4th c. AD?
1 Ἀκύλαν καθορᾷς [κατ]έχει,
[ξ]έν[ε], οὗτος ὁ τύμβος, /
λιτουργὸν θεοῦ, ἀνγέ-
λοις τε ποθητόν, / λαοῦ
5 προστάμενον, νόμῳ τὰ
δίκεα {²⁶δίκαια}²⁶ φρονῶν<τα>. / ἦρθέ [τ]ε [δ]ῶ-
μα θεοῦ μέ[γ]ας ταιμαῖσι
ἀνάπαυσιν. / ἐν δὲ δόμοις
ἔλιπον Κυρίλλαν παράκοι[τιν]. /
10 τούτων δ’ αὖ πῆδες Τρό[φι]-
μός τε Πατρίκιός τε Κύρι[λ]-
λος, / μεσσ’ ὧν ναοῖσ’ θεὸς
δῶκεν κλέος ἄφθιτον ἐν
μερόπεσσιν, / οὗτοι μν[η]σά-
15 μενοι σὺμ μητρὶ κὲ νύνφῃς
Ἀμμίαις / ἐποίησαν μνήμης χάριν.
Search Help
Contact Us