[ ] Phryg. — Upper Tembris Valley: Zemme — Chr.
1 παιδείας μέτοχος κὲ ἀνάγνοθι τοῦτο [τ]ὸ σῆμα,
τίνος χάριν μνήμη γράμμασιν ἐν[τε]τύπ[ω]τη.
Ζωτικὸς ἐνθάδε κεῖμη ὑπὸ χθόνα τήνδε κ[αλύπτ]ρη[ν]·
οὐκ ἔφυγον πατρίδας βουλῇ [παλάμῃσ]ιν [ὀνήσας],
5 ἀλλὰ θεοῦ βουλαῖς κ[ὲ] ἄν [τ]έλος ἦλθον [ἁ]π[άν]των.
εἰ δὲ θέλις τὸ ἀληθῆ, ὦ ξεῖνε, πυθέσθιν,
σάρξ ἐν γῇ ἀ[π]όκειτη [ὅ]θεν κὲ ἐλήφθη,
ψυχὴν δὲ θεὸς σῶσεν οὐρανίοις ἐνὶ [ζ]ῶσιν.
λεῖψα δ’ ἐμὴν γαμετὴν χήρην ἐνὶ οἴ[κ]
10 Ἀμμίαν, ᾗ ζῶν [εὐφ]ράν[θ]ην κὲ νέκυς ὢν ἑταίρ(ῃ).
κάλλιπα κὲ [θ]υ[γ]άτραν, Φιλ[ο]πάτραν, οὔνομα χρηστόν,
ἐλπίδα εἰς γῆρας κὲ ἀνάπαυμα τεκούσῃ,
ἥ κὲ τύμβον ἐμοὶ μνήμης χάριν ἵδρυσεν ἔνθα.
Search Help