[ ]
Phryg. — Upper Tembris Valley: Zemme — Chr.
| 1 | παιδείας μέτοχος κὲ ἀνάγνοθι τοῦτο [τ]ὸ σῆμα, |
| τίνος χάριν μνήμη γράμμασιν ἐν[τε]τύπ[ω]τη. | |
| Ζωτικὸς ἐνθάδε κεῖμη ὑπὸ χθόνα τήνδε κ[αλύπτ]ρη[ν]· | |
| οὐκ ἔφυγον πατρίδας βουλῇ [παλάμῃσ]ιν [ὀνήσας], | |
| 5 | ἀλλὰ θεοῦ βουλαῖς κ[ὲ] ἄν [τ]έλος ἦλθον [ἁ]π[άν]των. |
| εἰ δὲ θέλις τὸ ἀληθῆ, ὦ ξεῖνε, πυθέσθιν, | |
| σάρξ ἐν γῇ ἀ[π]όκειτη [ὅ]θεν κὲ ἐλήφθη, | |
| ψυχὴν δὲ θεὸς σῶσεν οὐρανίοις ἐνὶ [ζ]ῶσιν. | |
| λεῖψα δ’ ἐμὴν γαμετὴν χήρην ἐνὶ οἴ[κ]ῳ | |
| 10 | Ἀμμίαν, ᾗ ζῶν [εὐφ]ράν[θ]ην κὲ νέκυς ὢν ἑταίρ(ῃ). |
| κάλλιπα κὲ [θ]υ[γ]άτραν, Φιλ[ο]πάτραν, οὔνομα χρηστόν, | |
| ἐλπίδα εἰς γῆρας κὲ ἀνάπαυμα τεκούσῃ, | |
| ἥ κὲ τύμβον ἐμοὶ μνήμης χάριν ἵδρυσεν ἔνθα. |