[ ] Phryg. — Doǧana(r)slan — ClRev 11 (1897) 136,6 — IGR 4.607
1 [εἰσβαίν]ων οἴμους πολυ[π]ειρ[ή]τοιο κελεύθου
  ἤλυθες ἀφὶ κ]όρης [σ]ώματος ἰδροσύνας
τέρπει δ’ ἀψίδεσσι πολυτροχά[λ]οις ἐνὶ κέντρ[οις]
  ἄντυγος αἰθερίης τείρεσι λανπομέναις,
5 ἠελίῳ τ’ ἀνὰ μέσσα πολυ[φ]ενγεῖ τε σελήνῃ,
  ἐξ ὧν δὴ πάντων ἐστὶ βίος μερόπων.
ἐν τούτο[ι]ς φύεται τρέφεται γήρᾳ τε τελεῖται
  ζωῆς κ(αὶ) θανάτου κλῆρος ἐν οἷς πέλεται.
τῆσδε μαθημοσύνης Ἐπιτύνχανον ἴδριν ἔοντα,
10   πνοιῆς δ’ ἀ[π]λάνκτους εἰδότα μαντοσύνας,
θέσφατά τ’ ἀνθρώποισιν ἀληθέα φημίζοντα
  ὄντων μελλόντων ἐσσομένων πρότερο[ν].
ἄστεσι δ’ ἐν πολλοῖσιν ἰθαγενέων λάχε τειμὰς,
  λείψας κ(αὶ) κούρους οὐδὲν ἀφαυροτέρους.
15 σφῇ δ’ ἀρετῇ κ(αὶ) μέτρα δαεὶς κ(αὶ) πείρατα κόσμου
  εἰς ὄρ<φ>νην ἱκόμην πᾶσιν ὀφειλομένην.
Search Help
Contact Us