[ ]
Phryg. — Doǧana(r)slan — ClRev 11 (1897) 136,6 — IGR 4.607
1 | [εἰσβαίν]ων οἴμους πολυ[π]ειρ[ή]τοιο κελεύθου |
ἤλυθες ἀ[μφὶ κ]όρης [σ]ώματος ἰδροσύνας | |
τέρπει δ’ ἀψίδεσσι πολυτροχά[λ]οις ἐνὶ κέντρ[οις] | |
ἄντυγος αἰθερίης τείρεσι λανπομέναις, | |
5 | ἠελίῳ τ’ ἀνὰ μέσσα πολυ[φ]ενγεῖ τε σελήνῃ, |
ἐξ ὧν δὴ πάντων ἐστὶ βίος μερόπων. | |
ἐν τούτο[ι]ς φύεται τρέφεται γήρᾳ τε τελεῖται | |
ζωῆς κ(αὶ) θανάτου κλῆρος ἐν οἷς πέλεται. | |
τῆσδε μαθημοσύνης Ἐπιτύνχανον ἴδριν ἔοντα, | |
10 | πνοιῆς δ’ ἀ[π]λάνκτους εἰδότα μαντοσύνας, |
θέσφατά τ’ ἀνθρώποισιν ἀληθέα φημίζοντα | |
ὄντων μελλόντων ἐσσομένων πρότερο[ν]. | |
ἄστεσι δ’ ἐν πολλοῖσιν ἰθαγενέων λάχε τειμὰς, | |
λείψας κ(αὶ) κούρους οὐδὲν ἀφαυροτέρους. | |
15 | σφῇ δ’ ἀρετῇ κ(αὶ) μέτρα δαεὶς κ(αὶ) πείρατα κόσμου |
εἰς ὄρ<φ>νην ἱκόμην πᾶσιν ὀφειλομένην. |