[ ]
Phryg. — Hierapolis (Pamukkale) — ASAA 41-42 (1963-64) 351-370 — EA 27.1967.11,3-15,7 (II-III) — SEG 39.1377bis (I)
I.1/24 | {²First letters, ll. 1-24:}² [α]βγδεζηθικλμνξοπρστυφχψω. |
1 | [α]ὐτός σοι τελέσει καιρῷ θεὸς ὅσσα μεριμνᾷς. |
βουλαῖς ταῖς ἀγαθαῖσι Τύχη πρέσβειρα παρέσται. | |
γειαρότης, ὥς φασι, δέχου κόλποισιν ἔχιδνα. | |
δείματα δεινὰ φοβοῦ, σκέπτου δὲ πρὶν ἢ σέ τι δρᾶσαι. | |
5 | εὐάντητον ἔχων Νέμεσιν, ἔργοις ἐπιθάρσει. |
ζωῆς εἰσι χρόνοι· τί μάτην, ἄνθρωπε, μεριμν[ᾷς]. | |
ἡ Νέμεσις θνητοῖσι Δίκη<ς> πλάστινγα σαλεύε[ι]. | |
θαρραλέως τήν πρᾶξιν ὑπόστα καὶ κατάπραξο[ν]. | |
ἰσχύν, ἐργασίην δώσει κλυτότοξος Ἀπόλλων. | |
10 | κύμασι{ν} μάχεσθαι χαλεπόν, ἀνάμεινον βραχύ. |
λάμβανε, κυνώνει καὶ προσδέχου λοιπὸν χαράν. | |
μάτην ἐπείγῃ· μὴ τάχυν’· οὐ συνφέρει. | |
νυκτὸς ἀπὸ ζοφερῆς ἐφάνη ποτὲ φωσφόρος ἀκτί[ς]. | |
ξεῖνοι σύνβουλοί σε ποδηγήσουσιν ἄμεινο[ν]. | |
15 | ὄμφαξ, ἢν μείνῃς, ἔσται, καιροῖσι πέπειρο[ς]. |
πτηνοὺς καὶ κόρακας νωθεῖς προθέουσι χέλ[υες]. | |
ῥεῦμασι μὴ πειρῶ, πλ<είω>ν μόνος, ἀντιφέρεσθαι. | |
σώσει σ’ ἀθανάτων βασιλεὺς χρησμοῖσι Καρείο[υ]. | |
τί σπεύδεις δύνασαι μείνας ἱλαρώτερος ἐλθεῖν. | |
20 | ὕστερον οὐκ ἔσται τι, καὶ εἰ νῦν ἐστίν, ὕφοπτον. |
φαύλους φεῦγε φίλους, πίστευε δὲ τοῖσιν ἀρίστοις. | |
χάρμα σοι ἀπρο<τ>ίελπτον ἄγει θεὸς ὅς σε φυλάσσει. | |
ψυχῆς ἐρχόμενον καὶ σώματος ἴσθι καθαρμόν. | |
ᾧ θεὸς εἵλαος ἐστι, τύχην προσένειμε Κάρειος. | |
25 | |
IIa.1 | [κ]ατ’ ἐπιταγὴν θεοῦ |
[ἀ]ρχηγέτου Ἀπόλλ[ω]νος | |
[τ]οὺς χρησμο[ὺς] | |
[․․․]λλιανὸς Θ[․․․]έου | |
5 | [ὑπὲ]ρ ἑαυτοῦ [ἀνέγρ]αψε. |
IIb | — — — |
1 | χθὼν ἱερὴ κοτέουσ’ ὃν ἐμοὶ κατέπεφνον ὀιστοί. |
οὐ μοῦνοι λοιμοῖο δυσαλθέος οὐλομένῃσιν | |
κηραίνεσθε δυηπαθίαις, πολλαὶ δὲ πόληες | |
ἄχνυνται λαοί τε θεῶν ὀδυσημοσύνῃσιν. | |
5 | ὧν ἀπαλεύασθαι κέλομαι χόλον ἀλγινόεντα |
λοιβαῖς εἰλαπίναις τε τεληέσσαις θ’ ἑκατόμβαις. | |
πρῶτα μὲν οὖν Γαίῃ παμμήτορι βοῦν ἀγελαίην. | |
ἐς μέγαρον τετράγυιον ἅμ’ εὐόδμοις θυέεσσιν | |
ῥέξαντες πυρὶ δαίσατ’, ἐπὴν δέ μιν ἐξανύσῃ φλόξ, | |
10 | λοιβῇσίν τε μελικρήτοις χθονί τ’ ἀμφιχέασθε |
πασσυδίῃ· μετέπειτά τ’ ἀδαίετον Αἰθέρ[ι —]ον | |
ῥέξατ’ ἐπουρανίοις τε θεοῖς, τεθυωμένα πάντα. | |
Δηοῖ δ’ ὡς ἔθος ὔμμιν ἐνερτερίοις τε θεοῖσιν | |
ἱερὰ ποιήσασθε μετ’ εὐαγέεσσι θυηλαῖς, | |
15 | ἥρωσίν τε χοὰς χθονίοις κατὰ τεθμὰ χέασθε, |
Καρείου τε μέδεσθε διαμπερὲς Ἀπόλλωνος· | |
ἐκ γὰρ ἐμεῦ γένος ἐστὲ πολισσούχοιό τε Μόψου. | |
πάσαις δ’ ἀμφὶ πύλαις Κλαρίου τεμενίξατε Φοίβου | |
τόξοις ἱρὸν ἄγαλμα κεκασμένον ὠλεσινούσοις, | |
20 | οἷον ὀιστεύοντος ἀναρδέα τηλόσε λοιμόν. |
αὐτὰρ ἐπὴν μειλιξαμένων ἀπὸ κῆρες ἵκωνται, | |
παῖδας παρθενικῇσιν ὁμοῦ Κολοφῶνα νέεσθαι | |
μολποὺ̣ς σὺν λοιβῇσιν ἐφίεμα̣ι̣ ἠδ’ ἑκατόμβαις | |
προφρονέως, ἐπεὶ ἦ μάλα πολλάκις ὔμμε σαώσας | |
25 | οὔτινος ἐκ δημοῖο λάχον μενοεικέο̣ς̣ α̣ἶ̣σ̣α̣ν̣· |
χρὴ δ’ εὖ ῥεξάντων μηδ’ ἀνδρῶν λήσμονας εἶναι. | |
ἢν ἔρδηθ’ ὅσ’ ἔοικε θεουδέσιν ἀνδράσι τεύχειν, | |
οὔποτ’ οἰζυρῇσιν ἐν ἀμπλακίῃσιν [ἔσεσθε], | |
ἀλλ’ ἀφνειότεροι καὶ σωότεροι νο․․․θ̣[—] | |
30 | κυ․․․․ο̣π̣π̣ο̣․․ο̣υ̣․․․σ̣․[— — —] |
— — — | |
IIIa.1 | [κ]ωλῆς ἐμπάσσαιο· θεοῦ ὀπί σε πνύοντος |
[θε]ῖ̣α λέγεις, αὐτὸς δὲ κλύεις ἱερῶν ἐνοπάων. | |
[αὐ]τ̣ὰρ θεσμὰ γεγειοτέρων φύσεώς τε ΤΛΟΣΟΝΙΣ | |
[․․]α λεώς· μαν̣ί̣ῃ δὲ καὶ̣ ἀθανά̣[τ]ο̣ι̣σι βι̣α̣σμούς | |
5 | [․․․]λ[․]․α̣νυκενη[— — —]․σ․․․[— — —] |
[— — — — — — — — — — — —] | |
[— — —]ιν ἀμαλθευθεντ[— — —] | |
[— — —]․ φ̣α̣ειν̣οφόρ̣ω̣[ν] τε γυναικῶν | |
[— — — —]ηγυ․․․[— — —]․[—]ενος ἐστίν | |
10 | [— — — — — — — — —]ε βροτοῖσιν |
[— — — — — — — — — ἀπ]εχθές | |
[— — — — — — — — —]λ̣οιο | |
IIIb(1).1 | σκεθραὶ πάμπαν ἔασι διοτρεφέων [αἰζηῶν] |
βουλαί τε πραπίδες τ’, ἐπιμηθείης τ’ ἀ[πέλαυσαν] | |
κηδόμενοι σφετέρης· θεσμῷ τ’ ἐν βήμ[ατι κρίνων] | |
π̣ε̣π̣νύμενος π̣ι̣κρῆς ἑ̣ρ̣μ̣ηνείης με[θίησιν] | |
5 | [— — —]α̣σ̣․․μ̣ε̣ναι καὶ π̣․․[— — —] |
[— — —]κ̣α̣․․․ε̣․․λει καὶ μεμβλ[— — —] | |
ὧδε γὰρ οὐκ ἀφαμαρτήσεις ὧν τοι θε[ὸς αὐδᾷ], | |
ἐκ δὲ θεουδείης κύρσεις, ἥ σ’ οὔ τι [κακώσει], | |
ἀλλὰ συνωρότερον καὶ ἀοσσηρω[— — —]. | |
IIIb(2).10 | ὃς πινυτώτατος ἀθανάτων δέα[ται — — —] |
πειρᾶταί τε δολοφρονέων ωνε[— — —] | |
οὔ οἱ σωοσύνῃ βιοτῆς μελάνωτις ὁμ̣[αρτεῖ]. | |
ἀλλ’ ἔμπης καὶ τῇδ’, Ἱερὴ πόλι, πευθο[μένῃ μευ] | |
ἀμφ’ ὑδάτων ἐρέω πειρητύος οὐκ ἀλ[απαδνῶς]. | |
15 | [τρ]ι̣σσῶν ἐκ χώρων ἐπαναίνεο τ̣ρισ̣[— — —] |
[—]ρ̣ομένη· ποῖον κεναγουσοισυσ̣[— — —] | |
[— — —]ν ἄστυ δ̣ι̣αμπερέως ὧν π̣[— — —] | |
[— — — ἀφ]αυρότατος τόνδ’ ἔννεπον [— — —] | |
[— — —]․μων, κἢν δυσπελὲς εἴδ[εται εἶναι] | |
20 | [— — —]νεαινησει δυνατων εφε[— — —] |
[— — —]ρευσειης ξυνεσις με̣[— — —] | |
[— — — —] ἐπενήνοθε μῶλυ [— — —] | |
[— — —]․ηγησελαθοντ̣[— — —] | |
[— — —]․θ̣ο̣νω̣σενθ̣[— — —] | |
25 | [— — — — — —]η̣σφισ̣[— — —] |
[— — — — — —]μεγα[— — —] |