ASAA 41-42 (1963-64) 351 ASAA 41-42 (1963-64) 380
[ ] Phryg. — Hierapolis (Pamukkale) — ASAA 41-42 (1963-64) 351-370 — EA 27.1967.11,3-15,7 (II-III) — SEG 39.1377bis (I)
I.1/24 {²First letters, ll. 1-24:}² [α]βγδεζηθικλμνξοπρστυφχψω.
1 [α]ὐτός σοι τελέσει καιρῷ θεὸς ὅσσα μεριμνᾷς.
βουλαῖς ταῖς ἀγαθαῖσι Τύχη πρέσβειρα παρέσται.
γειαρότης, ὥς φασι, δέχου κόλποισιν ἔχιδνα.
δείματα δεινὰ φοβοῦ, σκέπτου δὲ πρὶν ἢ σέ τι δρᾶσαι.
5 εὐάντητον ἔχων Νέμεσιν, ἔργοις ἐπιθάρσει.
ζωῆς εἰσι χρόνοι· τί μάτην, ἄνθρωπε, μεριμν[ᾷς].
ἡ Νέμεσις θνητοῖσι Δίκη<ς> πλάστινγα σαλεύε[ι].
θαρραλέως τήν πρᾶξιν ὑπόστα καὶ κατάπραξο[ν].
ἰσχύν, ἐργασίην δώσει κλυτότοξος Ἀπόλλων.
10 κύμασι{ν} μάχεσθαι χαλεπόν, ἀνάμεινον βραχύ.
λάμβανε, κυνώνει καὶ προσδέχου λοιπὸν χαράν.
μάτην ἐπείγῃ· μὴ τάχυν’· οὐ συνφέρει.
νυκτὸς ἀπὸ ζοφερῆς ἐφάνη ποτὲ φωσφόρος ἀκτί[ς].
ξεῖνοι σύνβουλοί σε ποδηγήσουσιν ἄμεινο[ν].
15 ὄμφαξ, ἢν μείνῃς, ἔσται, καιροῖσι πέπειρο[ς].
πτηνοὺς καὶ κόρακας νωθεῖς προθέουσι χέλ[υες].
ῥεῦμασι μὴ πειρῶ, πλ<είω>ν μόνος, ἀντιφέρεσθαι.
σώσει σ’ ἀθανάτων βασιλεὺς χρησμοῖσι Καρείο[υ].
τί σπεύδεις δύνασαι μείνας ἱλαρώτερος ἐλθεῖν.
20 ὕστερον οὐκ ἔσται τι, καὶ εἰ νῦν ἐστίν, ὕφοπτον.
φαύλους φεῦγε φίλους, πίστευε δὲ τοῖσιν ἀρίστοις.
χάρμα σοι ἀπρο<τ>ίελπτον ἄγει θεὸς ὅς σε φυλάσσει.
ψυχῆς ἐρχόμενον καὶ σώματος ἴσθι καθαρμόν.
ᾧ θεὸς εἵλαος ἐστι, τύχην προσένειμε Κάρειος.
25
IIa.1 [κ]ατ’ ἐπιταγὴν θεοῦ
[ἀ]ρχηγέτου Ἀπόλλ[ω]νος
[τ]οὺς χρησμο[ὺς]
[․․․]λλιανὸς Θ[․․․]έου
5 [ὑπὲ]ρ ἑαυτοῦ [ἀνέγρ]αψε.
IIb — — —
1 χθὼν ἱερὴ κοτέουσ’ ὃν ἐμοὶ κατέπεφνον ὀιστοί.
οὐ μοῦνοι λοιμοῖο δυσαλθέος οὐλομένῃσιν
κηραίνεσθε δυηπαθίαις, πολλαὶ δὲ πόληες
ἄχνυνται λαοί τε θεῶν ὀδυσημοσύνῃσιν.
5 ὧν ἀπαλεύασθαι κέλομαι χόλον ἀλγινόεντα
λοιβαῖς εἰλαπίναις τε τεληέσσαις θ’ ἑκατόμβαις.
πρῶτα μὲν οὖν Γαίῃ παμμήτορι βοῦν ἀγελαίην.
ἐς μέγαρον τετράγυιον ἅμ’ εὐόδμοις θυέεσσιν
ῥέξαντες πυρὶ δαίσατ’, ἐπὴν δέ μιν ἐξανύσῃ φλόξ,
10 λοιβῇσίν τε μελικρήτοις χθονί τ’ ἀμφιχέασθε
πασσυδίῃ· μετέπειτά τ’ ἀδαίετον Αἰθέρ[ι —]ον
ῥέξατ’ ἐπουρανίοις τε θεοῖς, τεθυωμένα πάντα.
Δηοῖ δ’ ὡς ἔθος ὔμμιν ἐνερτερίοις τε θεοῖσιν
ἱερὰ ποιήσασθε μετ’ εὐαγέεσσι θυηλαῖς,
15 ἥρωσίν τε χοὰς χθονίοις κατὰ τεθμὰ χέασθε,
Καρείου τε μέδεσθε διαμπερὲς Ἀπόλλωνος·
ἐκ γὰρ ἐμεῦ γένος ἐστὲ πολισσούχοιό τε Μόψου.
πάσαις δ’ ἀμφὶ πύλαις Κλαρίου τεμενίξατε Φοίβου
τόξοις ἱρὸν ἄγαλμα κεκασμένον ὠλεσινούσοις,
20 οἷον ὀιστεύοντος ἀναρδέα τηλόσε λοιμόν.
αὐτὰρ ἐπὴν μειλιξαμένων ἀπὸ κῆρες ἵκωνται,
παῖδας παρθενικῇσιν ὁμοῦ Κολοφῶνα νέεσθαι
μολποὺ̣ς σὺν λοιβῇσιν ἐφίεμα̣ι̣ ἠδ’ ἑκατόμβαις
προφρονέως, ἐπεὶ ἦ μάλα πολλάκις ὔμμε σαώσας
25 οὔτινος ἐκ δημοῖο λάχον μενοεικέο̣ς̣ α̣ἶ̣σ̣α̣ν̣·
χρὴ δ’ εὖ ῥεξάντων μηδ’ ἀνδρῶν λήσμονας εἶναι.
ἢν ἔρδηθ’ ὅσ’ ἔοικε θεουδέσιν ἀνδράσι τεύχειν,
οὔποτ’ οἰζυρῇσιν ἐν ἀμπλακίῃσιν [ἔσεσθε],
ἀλλ’ ἀφνειότεροι καὶ σωότεροι νο․․․θ̣[—]
30 κυ․․․․ο̣π̣π̣ο̣․․ο̣υ̣․․․σ̣․[— — —]
— — —
IIIa.1 [κ]ωλῆς ἐμπάσσαιο· θεοῦ ὀπί σε πνύοντος
[θε]ῖ̣α λέγεις, αὐτὸς δὲ κλύεις ἱερῶν ἐνοπάων.
[αὐ]τ̣ὰρ θεσμὰ γεγειοτέρων φύσεώς τε ΤΛΟΣΟΝΙΣ
[․․]α λεώς· μαν̣ί̣ῃ δὲ καὶ̣ ἀθανά̣[τ]ο̣ι̣σι βι̣α̣σμούς
5 [․․․]λ[․]․α̣νυκενη[— — —]․σ․․․[— — —]
[— — — — — — — — — — — —]
[— — —]ιν ἀμαλθευθεντ[— — —]
[— — —]․ φ̣α̣ειν̣οφόρ̣ω̣[ν] τε γυναικῶν
[— — — —]ηγυ․․․[— — —][—]ενος ἐστίν
10 [— — — — — — — — —]ε βροτοῖσιν
[— — — — — — — — — ἀπ]εχθές
[— — — — — — — — —]λ̣οιο
IIIb(1).1 σκεθραὶ πάμπαν ἔασι διοτρεφέων [αἰζηῶν]
βουλαί τε πραπίδες τ’, ἐπιμηθείης τ’ ἀ[πέλαυσαν]
κηδόμενοι σφετέρης· θεσμῷ τ’ ἐν βήμ[ατι κρίνων]
π̣ε̣π̣νύμενος π̣ι̣κρῆς ἑ̣ρ̣μ̣ηνείης με[θίησιν]
5 [— — —]α̣σ̣․․μ̣ε̣ναι καὶ π̣․․[— — —]
[— — —]κ̣α̣․․․ε̣․․λει καὶ μεμβλ[— — —]
ὧδε γὰρ οὐκ ἀφαμαρτήσεις ὧν τοι θε[ὸς αὐδᾷ],
ἐκ δὲ θεουδείης κύρσεις, ἥ σ’ οὔ τι [κακώσει],
ἀλλὰ συνωρότερον καὶ ἀοσσηρω[— — —].
IIIb(2).10 ὃς πινυτώτατος ἀθανάτων δέα[ται — — —]
πειρᾶταί τε δολοφρονέων ωνε[— — —]
οὔ οἱ σωοσύνῃ βιοτῆς μελάνωτις ὁμ̣[αρτεῖ].
ἀλλ’ ἔμπης καὶ τῇδ’, Ἱερὴ πόλι, πευθο[μένῃ μευ]
ἀμφ’ ὑδάτων ἐρέω πειρητύος οὐκ ἀλ[απαδνῶς].
15 [τρ]ι̣σσῶν ἐκ χώρων ἐπαναίνεο τ̣ρισ̣[— — —]
[—]ρ̣ομένη· ποῖον κεναγουσοισυσ̣[— — —]
[— — —]ν ἄστυ δ̣ι̣αμπερέως ὧν π̣[— — —]
[— — — ἀφ]αυρότατος τόνδ’ ἔννεπον [— — —]
[— — —]․μων, κἢν δυσπελὲς εἴδ[εται εἶναι]
20 [— — —]νεαινησει δυνατων εφε[— — —]
[— — —]ρευσειης ξυνεσις με̣[— — —]
[— — — —] ἐπενήνοθε μῶλυ [— — —]
[— — —]․ηγησελαθοντ̣[— — —]
[— — —]․θ̣ο̣νω̣σενθ̣[— — —]
25 [— — — — — —]η̣σφισ̣[— — —]
[— — — — — —]μεγα[— — —]
Search Help
Contact Us