[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Ἀρίστης Εὐτύχους τοῦ
Ἀπολλωνίου Λαγεινέος, ἐν ᾗ κηδευθήσεται αὐτὴ ἡ Ἀρίστη· ἑτέ-
ρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι. εἰ δέ τις παρὰ ταύτα ποιήσῃ
ἀποτείσει προστείμου ὀνόματι τῷ ἱερωτάτῳ φίσκῳ (δην.) ψνʹ καὶ τῷ
5 συνεδρίῳ τῆς γερουσίας (δην.) φʹ. τοῦτου ἀντίγραφον ἀπετέθη
εἰς τὰ ἀρχεια.
Search Help
Contact Us