[ ]
Aeol. — Kyme: Çakmakli — late Hellenistic period — EA 1 (1983) 93, 3 — SGO 1 (1998) 05/03/10
1 | [— — — — — —]σ̣τ̣ας Διονύσιος ἠδέ νυ μάτηρ |
[Ἑ]ρμιόνη στυγεροὺς παιδὶ χέαντο γόους, | |
π̣ατρὶς δὲ ξύνπασα καταφθίμενον στενάχησεν | |
Καλλῖνον, κεδνᾶς εἵνεκα σωφροσύνας· | |
5 | ἦ γὰρ ὁ γ’ ἐξ ἀρετᾶς νόον ἴδετο σύντροφον αἰδοῖ |
στέργων καὶ πινυτᾷ πειθόμενος σοφίαι. | |
ἀλλὰ τὸν ἁμερίοισι προσηνέα πᾶς τις ὁδιτῶν | |
αἰνείτω πέμπων δόξαν ἐπὶ φθιμένῳ. |