[ ]
Aeol. — Kyme (Namurt Limani) — 2 BC-2 AD — GettyMusJ 10 (1982) 165-80 — EA 1 (1983) 33-37
1 | εἰσαγησαμένων τῶν στρατάγων, ἔγραψαν τρεῖς οἰ λάχοντες· Ἀσκλάπων |
Διονυσίω, Ἠγήσανδρος Ἠρακλείδα, Ἀθηναγόρας Διονυσίω, καὶ ὀ γραμμά- | |
τευς τῶ δάμω Ἠραῖος Ἀντιπάτρω· | |
ἔπει Κλεάναξ Σαραπίωνος, φύσει δὲ Φιλοδάμω, ὀ πρύτανις, ἀμφιθά- | |
5 | λεα τὰν ἐκ πατέρων ἔχων εὐγένηαν καὶ τὰν ἀνυπέρβλητον εἰς φιλοδοξί- |
αν εἰς τὰν πάτριν ἀρέσκηαν, πόλλα μὲν καὶ μέγαλα τῷ διηνέκει βίῳ τᾷ πό- | |
λει παρέσχηται, οὔδενα καῖρον ὐφέμενος ἐν ᾦ τὰν ὐπὲρ τῶ δάμω κα- | |
δεμονίαν παραλέλοιπεν, πολειτευόμενος τὰ κράτιστα τᾶ̣ πόλει καὶ | |
λόγῳ καὶ ἔργῳ· ἔφ’ οἷς οὔτον ἐπὶ τῶν παρεόντων τᾶς ἐνπρυτανευομέ- | |
10 | νας αὔτω φιλοδοξίας ὀ ἔπαινος ὐπὸ τῶ δάμω κατ τὸ πάρεον μεμαρ- |
τύρηται, πόλλοις δὲ ὐπομναμάτεσσιν καὶ διὰ τᾶς τῶν πρότερον ψαφισμά- | |
των <ψάφω> ἀ τῶ δάμω χάρις ἀπάνταται· ὄσσα μὲν γὰρ εἰρατεύσαις τῶ Διννύσω τῶ Πα[ν]- | |
δάμω ἐπετέλεσσεν εἰς τὰ συνεκτίσμενα μυστήρια τᾶ̣ πόλει, καὶ ὄσσαι[ς] | |
ἐποιήσατο δαπάναις εἰς τὸν πενταετήρικον τῶν μυστηρίων κόσμον, ὀ τό- | |
15 | τε τῶν ἀναλωμάτων καῖρος τὰν πονπευομέναν αὔτω φιλοδοξίαν καὶ εὐ- |
σέβηαν ἐπέδειξεν· μόνος καὶ πρῶτος τὰν ἄρχαν ποησάμενος καὶ καλέσ- | |
σαις ἐκ προγράφας τοίς τε πολείταις καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξένοις ἀρίστ[ι]- | |
σεν ἐν τῷ τεμένει τῶ Διννύσω, καὶ πολυτελέως εὐώχις ἐκόσμει τὰν ἐόρ- | |
ταν κατ’ ἐνίαυτον· γάμοις τε τᾶς θύγατρος ἐπιτελέων ἀρίστισε τὸ πλᾶθος· | |
20 | ἐφ’ οἷς ὀ δᾶμος, περὶ τῶν ἀγάθων ἔχων μνάμαν καὶ διάγνωσιν, οὐδὲ τῶν λοίπων οἷς |
συνενγεγήρακεν ἐπιτευγμάτων ἐπιλέλασται· ἔστιν δὲ καὶ κατ τοῦτο ἐπαι- | |
νέτος καὶ τείμιος ὀ πρύτανις Κλεάναξ ὄττι γενόμενος καὶ καλλίτεκνος | |
προενοήθη τῶ παῖδος τᾶς ἐν τοῖς λόγοις ἀγώγας· καὶ παρέστασε τῷ δάμ[ῳ] | |
ἄνδρα ἄξιον μὲν τῶ γένεος Σαραπίωνα, καδέμονα δὲ καὶ βόαθον καὶ ἐν πόλ- | |
25 | λοις ἀποδεδείγμενον ἤδη διὰ τῶν ἰδίων ἀνδραγαθημάτων τὰν εἰς τὰν πόλιν |
ἐκτένηαν, ἄνδρα φιλοπάτορα καὶ ὀφέλλοντα καὶ δαμοσία̣ τὰν ἐπωνυμίαν | |
ταύταν προσχρηματίζεσθαι, μαρτυρήμενον τὸ φιλόστοργον εἰς τὸν πά̣- | |
τερα καὶ δαμοσίῳ ψαφίσματι πρὸς τὸν αἴωνα· ἐφ’ οἷς παῖσιν ἀποδεχόμε- | |
νος ὀ δάμος Κλεάνακτα τὸν πρύτανιν ἐπαίνει διηνεκέως αὔτω τετηρ[ή]- | |
30 | κοντος τὰν πρὸς τὸν δᾶμον εὔνοιαν· τὰ δὲ νῦν πρυτανεύσαις ἐπετέλε[σ]- |
σεν μὲν τᾷ νέα̣ νουμηνία̣ ταὶς θυσίαις τοῖς θέοισι κατ τὰ πάτρια καὶ ἐγλύ- | |
κισσε τοὶς ἐν τᾷ πόλει πάντας καὶ ἐπετέλεσσεν θέαις πολυτέλεας καὶ ἐ̣- | |
ποίησε ταὶς εὐετηρίαις καὶ ταὶς θυσίαις κατ τὰ πάτρια καὶ εὐώχη̣σεν ἐν τῷ πρυ- | |
τανήῳ ἐπὶ πλήονας ἀμέραις πόλλοις τῶν πολείταν καὶ Ῥωμάοις· ἐποίησεν δὲ | |
35 | καὶ τοῖς κατοιχομένοις ἐν τᾶ̣ εἰθισμένα̣ ἀμέρα̣ κατ τὰ πάτρια καὶ ταὶς ἀποθύσιας |
καὶ χονδρόγαλα παῖσιν τοῖς ἐν τᾶ̣ πόλει ἐλευθέροις τε καὶ δοίλοις· ἐν τε τᾶ̣ Κορύδονι̣ | |
πρῶτος καὶ μόνος τοὶς μὲν πολείταις καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξένοις ἀπὸ καρύ̣- | |
γματος ἀρίστισεν ἐν τῷ πρυτανήῳ, καὶ τὰν διαρρίφαν κατ τὰ αὖτα κατ τὰ καὶ οἰ λοῖποι | |
πρυτάνις ἐπο̣ίησαν· ταίς τε πόμπαις τᾶς δάφνας ἐπόησεν, τοίς τε εἴρεας κα[ὶ] | |
40 | εἰρονείκαις καὶ ταὶς ἄρχαις καὶ πόλλοις τῶν πολείταν ἀρίστισεν· ἐπετέλεσσ̣[ε] |
δὲ καὶ ἐν τοῖς ἀγομένοις ὐπὸ τᾶς Ἀσίας Καισαρήοις, κάθως ἐπανγείλατο, ταίς̣ [․․] | |
θυσίαις καὶ εὐωχίαι̣ς, βουθυτήσαις μὲν τῷ Αὐτοκράτορι Καίσαρι Σεβάστῳ κ̣[αὶ τοῖς παί]- | |
δεσσιν αὔτω καὶ τοῖς λοίποισι θέοισι, ἀφ’ ἇν θυσίαν καὶ εὐώχησε κατὰ φ̣[ύλαις ἐν τᾶ̣] | |
ἀγόρα̣ ἐκ προγράφας Ἔλλανας τε καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξέν̣[οις ἀφθονωτά]- | |
45 | ταν ποι̣η̣σάμ[ε]νος τὰν χοραγίαν, τά τε λοῖπα εἶρα ἐπετέ[λεσσεν κατ τὰ πάτρια]· |
δι’ ἃ δὴ δέδοχθα̣ι τ̣ᾷ βόλλᾳ καὶ τῷ δάμῳ· στεφάνωσθαι αὖτο̣[ν ἐν τοῖς Διονυσίοισι πρὸς τῷ] | |
βώμῳ τῷ Δίο̣[ς] μετὰ τὰν θυσίαν καὶ ἐν παίσαισι ταῖ̣[ς ἐκκλησίαισι καὶ ἐν παῖσιν τοῖς] | |
ἀρχαιρεσίοισι̣ μετὰ ταὶς ἐπεύχαις καὶ ἐν ταΙ̣[․․]․․[․․․․․12․․․․․, ἀνανγελλομένας] | |
τᾶς στεφαν̣ώσιος κατ τάδε· στεφάνοι ὀ δ[ᾶμος Κλεάνακτα Σαραπίωνος, φύσει δὲ] | |
50 | [Φιλο]δ̣ά̣μ̣ω̣, χ̣ρυσίῳ στεφάνῳ πρυτανε̣[ύσαντα — — — τὰν] |
[ἐπιμέλειαν π]οιημένων τᾶς στε̣[φανώσιος τῶν στροτάγων {²⁶στρατήγων}²⁶ — — —] | |
[․․․․․․σθαι δ]ὲ αὔτον καὶ τα̣ς̣ [— — —] | |
— — — |