[ ] Aeol. — Kyme (Namurt Limani) — 2 BC-2 AD — GettyMusJ 10 (1982) 165-80 — EA 1 (1983) 33-37
1 εἰσαγησαμένων τῶν στρατάγων, ἔγραψαν τρεῖς οἰ λάχοντες· Ἀσκλάπων
Διονυσίω, Ἠγήσανδρος Ἠρακλείδα, Ἀθηναγόρας Διονυσίω, καὶ ὀ γραμμά-
τευς τῶ δάμω Ἠραῖος Ἀντιπάτρω·
ἔπει Κλεάναξ Σαραπίωνος, φύσει δὲ Φιλοδάμω, ὀ πρύτανις, ἀμφιθά-
5 λεα τὰν ἐκ πατέρων ἔχων εὐγένηαν καὶ τὰν ἀνυπέρβλητον εἰς φιλοδοξί-
αν εἰς τὰν πάτριν ἀρέσκηαν, πόλλα μὲν καὶ μέγαλα τῷ διηνέκει βίῳ τᾷ πό-
λει παρέσχηται, οὔδενα καῖρον ὐφέμενος ἐν ᾦ τὰν ὐπὲρ τῶ δάμω κα-
δεμονίαν παραλέλοιπεν, πολειτευόμενος τὰ κράτιστα τᾶ̣ πόλει καὶ
λόγῳ καὶ ἔργῳ· ἔφ’ οἷς οὔτον ἐπὶ τῶν παρεόντων τᾶς ἐνπρυτανευομέ-
10 νας αὔτω φιλοδοξίας ὀ ἔπαινος ὐπὸ τῶ δάμω κατ τὸ πάρεον μεμαρ-
τύρηται, πόλλοις δὲ ὐπομναμάτεσσιν καὶ διὰ τᾶς τῶν πρότερον ψαφισμά-
των <ψάφω> ἀ τῶ δάμω χάρις ἀπάνταται· ὄσσα μὲν γὰρ εἰρατεύσαις τῶ Διννύσω τῶ Πα[ν]-
δάμω ἐπετέλεσσεν εἰς τὰ συνεκτίσμενα μυστήρια τᾶ̣ πόλει, καὶ ὄσσαι[ς]
ἐποιήσατο δαπάναις εἰς τὸν πενταετήρικον τῶν μυστηρίων κόσμον, ὀ τό-
15 τε τῶν ἀναλωμάτων καῖρος τὰν πονπευομέναν αὔτω φιλοδοξίαν καὶ εὐ-
σέβηαν ἐπέδειξεν· μόνος καὶ πρῶτος τὰν ἄρχαν ποησάμενος καὶ καλέσ-
σαις ἐκ προγράφας τοίς τε πολείταις καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξένοις ἀρίστ[ι]-
σεν ἐν τῷ τεμένει τῶ Διννύσω, καὶ πολυτελέως εὐώχις ἐκόσμει τὰν ἐόρ-
ταν κατ’ ἐνίαυτον· γάμοις τε τᾶς θύγατρος ἐπιτελέων ἀρίστισε τὸ πλᾶθος·
20 ἐφ’ οἷς ὀ δᾶμος, περὶ τῶν ἀγάθων ἔχων μνάμαν καὶ διάγνωσιν, οὐδὲ τῶν λοίπων οἷς
συνενγεγήρακεν ἐπιτευγμάτων ἐπιλέλασται· ἔστιν δὲ καὶ κατ τοῦτο ἐπαι-
νέτος καὶ τείμιος ὀ πρύτανις Κλεάναξ ὄττι γενόμενος καὶ καλλίτεκνος
προενοήθη τῶ παῖδος τᾶς ἐν τοῖς λόγοις ἀγώγας· καὶ παρέστασε τῷ δάμ[ῳ]
ἄνδρα ἄξιον μὲν τῶ γένεος Σαραπίωνα, καδέμονα δὲ καὶ βόαθον καὶ ἐν πόλ-
25 λοις ἀποδεδείγμενον ἤδη διὰ τῶν ἰδίων ἀνδραγαθημάτων τὰν εἰς τὰν πόλιν
ἐκτένηαν, ἄνδρα φιλοπάτορα καὶ ὀφέλλοντα καὶ δαμοσία̣ τὰν ἐπωνυμίαν
ταύταν προσχρηματίζεσθαι, μαρτυρήμενον τὸ φιλόστοργον εἰς τὸν πά̣-
τερα καὶ δαμοσίῳ ψαφίσματι πρὸς τὸν αἴωνα· ἐφ’ οἷς παῖσιν ἀποδεχόμε-
νος ὀ δάμος Κλεάνακτα τὸν πρύτανιν ἐπαίνει διηνεκέως αὔτω τετηρ[ή]-
30 κοντος τὰν πρὸς τὸν δᾶμον εὔνοιαν· τὰ δὲ νῦν πρυτανεύσαις ἐπετέλε[σ]-
σεν μὲν τᾷ νέα̣ νουμηνία̣ ταὶς θυσίαις τοῖς θέοισι κατ τὰ πάτρια καὶ ἐγλύ-
κισσε τοὶς ἐν τᾷ πόλει πάντας καὶ ἐπετέλεσσεν θέαις πολυτέλεας καὶ ἐ̣-
ποίησε ταὶς εὐετηρίαις καὶ ταὶς θυσίαις κατ τὰ πάτρια καὶ εὐώχη̣σεν ἐν τῷ πρυ-
τανήῳ ἐπὶ πλήονας ἀμέραις πόλλοις τῶν πολείταν καὶ Ῥωμάοις· ἐποίησεν δὲ
35 καὶ τοῖς κατοιχομένοις ἐν τᾶ̣ εἰθισμένα̣ ἀμέρα̣ κατ τὰ πάτρια καὶ ταὶς ἀποθύσιας
καὶ χονδρόγαλα παῖσιν τοῖς ἐν τᾶ̣ πόλει ἐλευθέροις τε καὶ δοίλοις· ἐν τε τᾶ̣ Κορύδονι̣
πρῶτος καὶ μόνος τοὶς μὲν πολείταις καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξένοις ἀπὸ καρύ̣-
γματος ἀρίστισεν ἐν τῷ πρυτανήῳ, καὶ τὰν διαρρίφαν κατ τὰ αὖτα κατ τὰ καὶ οἰ λοῖποι
πρυτάνις ἐπο̣ίησαν· ταίς τε πόμπαις τᾶς δάφνας ἐπόησεν, τοίς τε εἴρεας κα[ὶ]
40 εἰρονείκαις καὶ ταὶς ἄρχαις καὶ πόλλοις τῶν πολείταν ἀρίστισεν· ἐπετέλεσσ̣[ε]
δὲ καὶ ἐν τοῖς ἀγομένοις ὐπὸ τᾶς Ἀσίας Καισαρήοις, κάθως ἐπανγείλατο, ταίς̣ [․․]
θυσίαις καὶ εὐωχίαι̣ς, βουθυτήσαις μὲν τῷ Αὐτοκράτορι Καίσαρι Σεβάστῳ κ̣[αὶ τοῖς παί]-
δεσσιν αὔτω καὶ τοῖς λοίποισι θέοισι, ἀφ’ ἇν θυσίαν καὶ εὐώχησε κατὰ φ̣[ύλαις ἐν τᾶ̣]
ἀγόρα̣ ἐκ προγράφας Ἔλλανας τε καὶ Ῥωμαίοις καὶ παροίκοις καὶ ξέν̣[οις ἀφθονωτά]-
45 ταν ποι̣η̣σάμ[ε]νος τὰν χοραγίαν, τά τε λοῖπα εἶρα ἐπετέ[λεσσεν κατ τὰ πάτρια]·
δι’ ἃ δὴ δέδοχθα̣ι τ̣ᾷ βόλλᾳ καὶ τῷ δάμῳ· στεφάνωσθαι αὖτο̣[ν ἐν τοῖς Διονυσίοισι πρὸς τῷ]
βώμῳ τῷ Δίο̣[ς] μετὰ τὰν θυσίαν καὶ ἐν παίσαισι ταῖ̣[ς ἐκκλησίαισι καὶ ἐν παῖσιν τοῖς]
ἀρχαιρεσίοισι̣ μετὰ ταὶς ἐπεύχαις καὶ ἐν ταΙ̣[․․]․․[․․․․․12․․․․․, ἀνανγελλομένας]
τᾶς στεφαν̣ώσιος κατ τάδε· στεφάνοι ὀ δ[ᾶμος Κλεάνακτα Σαραπίωνος, φύσει δὲ]
50 [Φιλο]δ̣ά̣μ̣ω̣, χ̣ρυσίῳ στεφάνῳ πρυτανε̣[ύσαντα — — — τὰν]
[ἐπιμέλειαν π]οιημένων τᾶς στε̣[φανώσιος τῶν στροτάγων {²⁶στρατήγων}²⁶ — — —]
[․․․․․․σθαι δ]ὲ αὔτον καὶ τα̣ς̣ [— — —]
— — —
Search Help
Contact Us