[ ] Aeol. — Kyme (Namurt Limani) — end 2nd-beg. 1st c. BC — IK Kyme p. 251 — AA (1979) 58-67 — SGO 1 (1998) 05/03/06
1 αἰάζω Φιλόμουσον ἀεικλαύτῳ παρὰ τύμβῳ
  δύ̣[σμ]ορον, εἱμερτᾶς ἄνθος ἐφαβοσύνας,
οὐ τελέσανθ’ ἐτέων δισσῶν κύκλον, ἀλλὰ πρὶν ὥρας
  Ἑρμείᾳ χθονίῳ θηκάμενο<ν> φαρέτραν.
5 μυρία δ’ ἐγ νίκας κούφοις ποσὶν ἄνυσ’ ἄεθλα
  εἰς Ἀίδαν στέψας οὐ δόμον, ἀλλὰ τάφον.
ἀλλὰ τὸν εὐσεβέων ναίων εὐφεγγέα χῶρον,
  χαίροις οὐ χαρτὸν δῶμα λιπὼν τοκέων.
Search Help
Contact Us