[ ] Aeol. — Kyme: Çakmakli — 2nd c. BC — Chiron 9 (1979) 73-81
1 γνώμα στραταγῶν· ἐπειδὴ Ἐπίγονος Δαμοκράτευς Ταραντῖνος
διατρίβων παρὰ τῷ βασιλεῖ Ἀττάλῳ περί τε τῶν κοινᾷ συμφερόντων
τᾷ πόλει τὰμ παῖσαν σπουδὰν καὶ πρόνοιαν ποιῆται καὶ εἰς τὰ ἴδια
ἑκάστῳ τῶμ πολιτᾶν χρήσιμα πρόθυμον ἑαυτὸν παρέχεται
5 ἀκόλουθα πράσσων τᾷ τῶ βασιλέος αἱρέσει καὶ θέλων ἀπόδειξιν
ποιῆσθαι τᾶς πρὸς τὸν δᾶμον φιλίας· v δεδόχθαι τῷ δάμῳ
ἐπαινέσαι τε ἐπὶ τούτοισι Ἐπίγονον καὶ στεφανῶσαι χρυσέῳ
στεφάνῳ, τὰν δὲ ἀναγγελ̣ί̣α̣ν ποιήσασθαι τὸν ἀγωνοθέταν
ἐν τοῖς πρώτοις Διονυσίο̣ισι καὶ Ἀτταλείοισι· δεδόσθαι δὲ καὶ
10 προξενίαν αὐτῷ καὶ τοῖς ἐκγόνοισι καὶ ἀποδεῖξαι ἄνδρα
τὸν ἐπιμελησόμενον, ἵνα τοῦτό τε τὸ ψάφισμα καὶ τὸ ὑπὲρ τᾶς
προξενίας δόγμα καταχωρισθέντα εἰς στάλλαν καθ’ ὅγ κε
θέλῃ τῶμ πινάκων τῶν ἐν τῷ ἱρῷ τᾶς Ἀθάνας ἀνατεθῇ εἰς τὸ
ἱρὸν τᾶς Ἀθάνας· τὸ δὲ εἰς ταῦτα ἐσσόμενον ἀνάλωμα προχρῆσαι
15 τοὶς στραταγοίς, κομίσσασθαι δὲ ἐκ πόρω, ὧ κε ὁ δᾶμος ψαφίσσηται·
ἀνενεγκάτωσαν δὲ τὸ ψάφισμα τοῦτο καὶ πρὸς Ἐπίγονον οἱ πρῶτ̣[οι]
ἀποσταλησόμενοι πρεσβευταὶ πρὸς τὸμ βασιλέα καὶ παρακαλήτ̣[ωσαν]
αὐτὸν καθότι καὶ νῦν καὶ εἰς τὰ μετὰ ταῦτα διαφυλάσσην τὰν ε̣[ὔνοιαν]
πρὸς τὰμ πόλιν. ἀπεδείχθη Νικίας Ἑρμογένεος· v τᾷ ἐκκ̣[λησίᾳ]
20 στραταγὸς ἐπήστακε Ξενότιμος Λυσανία, μη[ννὸς ․․․8․․․․]
ἑκκαιδεκάτᾳ, ἐπὶ πρυτάνιος Ἀπολλωνίω̣ [τῶ {²name}² ].
[ἔδοξ]ε̣ τ̣ῷ δάμῳ· Ἐπιγόνῳ̣ [τῷ Δαμοκράτευς Ταραντίνῳ εὐεργέτᾳ]
[ἐόντι δεδόσθαι καὶ αὐτῷ καὶ ἐκγόνοις προξενίαν καὶ προεδρίαν {²etc.}² ]
— — —
Search Help
Contact Us