Anth.Gr. 16:316
[ ] Aeol. — Myrina (Birki & Öteki Tepe) — ca. 550-582 AD — Anth.Plan. 16.316 — Merk.-Staub. 05/04/01
        {²Μιχαηλίου γραμματικοῦ.}²
1 ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,
  δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,
ὡς μήτηρ ἐτέλεσσεν ἐφ’ υἱέι, καὶ πόρε τήνδε
  εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης·
5 Μεμνόνιον δὲ τοκῆα κασίγνητόν τε σὺν αὐτῷ
  ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.
Search Help
Contact Us