[ ]
Aeol. — Kyme (Namurt Limani) — 1st c. BC
1 | §1 Δημήτριος Ἀρτεμιδώρου ὁ καὶ Θρασέας Μάγνη[ς] |
ἀπὸ Μαιάνδρου Ἴσιδι εὐχήν· | |
§2 τάδε ἐγράφηι ἐκ τῆς στήλης τῆς ἐν Μέμφει, ἥτι- | |
ς ἕστηκεν πρὸς τῷ Ἡφαιστιήωι· §3a Εἶσις {²⁶Ἶσις}²⁶ ἐγώ εἰ- | |
5 | μι ἡ τύραννος πάσης χώρας· §3b καὶ ἐπαιδεύθην ὑπ[ὸ] |
Ἑρμοῦ καὶ §3c γράμματα εὗρον μετὰ Ἑρμοῦ, τά τε ἱερὰ | |
καὶ τὰ δημόσια γράμματα, ἵνα μὴ ἐν τοῖς αὐτοῖς | |
πάντα γράφηται. §4 ἐγὼ νόμους ἀνθρώποις ἐθέμην, | |
καὶ ἐνομοθέτησα ἃ οὐθεὶς δύναται μεταθεῖναι. | |
10 | §5 ἐγώ εἰμι Κρόνου θυγάτηρ πρεσβυτάτηι. §6 ἐγώ εἰμι γ[υ]- |
νὴ καὶ ἀδελφὴ Ὀσείριδος {²⁶Ὀσίριδος}²⁶ βασιλέως. §7 ἐγώ εἰμι ἡ καρπὸν | |
ἀνθρώποις εὑροῦσα. §8 ἐγώ εἰμι μήτηρ Ὥρου βασιλέως. | |
§9 ἐγώ εἰμι ἡ ἐν τῷ τοῦ Κυνὸς ἄστρῳ ἐπιτέλλουσα. §10 ἐγώ | |
εἰμι ἡ παρὰ γυναιξὶ θεὸς καλουμένη. §11 ἐμοὶ Βούβαστος | |
15 | πόλις ᾠκοδομήθη. §12 ἐγὼ ἐχώρισα γῆν ἀπ’ οὐρανοῦ. |
§13 ἐγὼ ἄστρων ὁδοὺς ἔδειξα. §14 ἐγὼ ἡλίου καὶ σελήνη[ς] | |
πορέαν συνεταξάμην. §15 ἐγὼ θαλάσσια ἔργα εὗρον. §16 ἐ- | |
γὼ τὸ δίκαιον ἰσχυρὸν ἐποίησα. §17 ἐγὼ γυναῖκα καὶ ἄνδρα | |
συνήγαγον. §18 ἐγὼ γυναικὶ δεκαμηνιαῖον βρέφος εἰς | |
20 | φῶς ἐξενεγκεῖν ἔταξα. §19 ἐγὼ ὑπὸ τέκνου γονεῖς |
ἐνομοθέτησα φιλοστοργῖσθαι. §20 ἐγὼ τοῖς ἀστόρ- | |
γ<ω>ς γονεῦσιν διακειμένοις τειμω<ρ>ίαν ἐπέθηκα. | |
§21 ἐγὼ μετὰ τοῦ ἀδελφοῦ Ὀσίριδος τὰς ἀνθρωποφα- | |
γίας ἔπαυσα. §22 ἐγὼ μυήσεις ἀνθρώποις ἐπέδε[ι]- | |
25 | ξα. §23 ἐγὼ ἀγάλματα θεῶν τειμᾶν ἐδίδαξα. §24 ἐγὼ |
τεμένη θεῶν ἱδρυσάμην. §25 ἐγὼ τυράννων ἀρ- | |
χὰς κατέλυσα. §26 ἐγὼ φόνους ἔπαυσα. §27 ἐγὼ στέρ- | |
γεσθαι γυναῖκας ὑπὸ ἀνδρῶν ἠνάγκασα. §28 ἐγὼ | |
τὸ δίκαιον ἰσχυρότερον χρυσίου καὶ ἀργυρίου ἐποίη- | |
30 | σα. §29 ἐγὼ τὸ ἀληθὲς καλὸν ἐνομο[θέ]τησα νομίζε[σ]- |
θαι. §30 ἐγὼ συνγραφὰς γαμικὰς εὗρον. §31 ἐγὼ διαλέκτους | |
Ἕλλησι καὶ βαρβάροις ἔταξα. §32 ἐγὼ τὸ καλὸν καὶ αἰσχρὸ[ν] | |
διαγεινώσκεσθαι ὑπὸ τῆς Φύσεως ἐποίησα. §33 ἐγὼ | |
ὅρκου φοβερώτερον οὐθὲν ἐποίησα. §34 ἐγὼ τὸν ἀδίκως | |
35 | ἐπιβουλεύοντα ἄλλοις {ἄλλῳ} ὑποχείριον τῷ ἐπιβου- |
[λ]ευομένῳ παρέδωκα. §35 ἐγὼ τοῖς ἄδικα πράσσουσιν | |
τειμωρίαν ἐπιτίθημι. §36 ἐγὼ ἱκέτας ἐλεᾶν ἐνομοθ[έ]- | |
τησα. §37 ἐγὼ τοὺς δικαίως ἀμυνομένους τειμῶ. §38 πὰ- | |
ρ’ ἐμοὶ τὸ δίκαιον ἰσχύει. §39 ἐγὼ ποταμῶν καὶ ἀνέμων | |
40 | [κ]αὶ θαλάσσης εἰμὶ κυρία. §40 οὐθεὶς δοξάζεται ἄνευ τῆς ἐ- |
μῆς γνώμης. §41 ἐγώ εἰμι πολέμου κυρία. §42 ἐγὼ κεραυ- | |
νοῦ κυρία εἰμί. §43 ἐγὼ πραΰνω καὶ κυμαίνω θάλασσαν. | |
§44 ἐγὼ ἐν ταῖς τοῦ ἡλίου αὐγαῖς εἰμί. §45 ἐγὼ παρεδρεύω τῇ | |
τοῦ ἡλίου πορείᾳ. §46 ὃ ἂν ἐμοὶ δόξῃ, τοῦτο καὶ τελεῖτα[ι]. | |
45 | §47 ἐμοὶ πάντ’ ἐπείκει. §48 ἐγὼ τοὺς ἐν δεσμοῖς λύωι. §49 ἐγὼ |
ναυτιλίας εἰμὶ κυρία. §50 ἐγὼ τὰ πλωτὰ ἄπλωτα ποι[ῶ ὅ]- | |
ταν ἐμοὶ δόξῃ. §51 ἐγὼ περιβόλους πόλεων ἔκτισα. §52 ἐ- | |
γώ εἰμι ἡ Θεσμοφόρος καλουμένη. §53 ἐγὼ ν<ή>σσους {²⁶νήσους}²⁶ ἐγ β[υ]- | |
[θ]ῶν εἰς φῶ<ς> ἀνήγαγον. §54 ἐγὼ ὄμβρων εἰμὶ κυρία. §55 ἐγὼ | |
50 | τὸ ἱμαρμένον νικῶ. §56 ἐμοῦ τὸ εἱμαρμένον ἀκούει. |
§57 χαῖρε Αἴγυπτε θρέψασά με. |