[ ] Aeol. — Kyme (Namurt Limani) — 1st c. BC
1 §1 Δημήτριος Ἀρτεμιδώρου ὁ καὶ Θρασέας Μάγνη[ς]
ἀπὸ Μαιάνδρου Ἴσιδι εὐχήν·
§2 τάδε ἐγράφηι ἐκ τῆς στήλης τῆς ἐν Μέμφει, ἥτι-
ς ἕστηκεν πρὸς τῷ Ἡφαιστιήωι· §3a Εἶσις {²⁶Ἶσις}²⁶ ἐγώ εἰ-
5 μι ἡ τύραννος πάσης χώρας· §3b καὶ ἐπαιδεύθην ὑπ[ὸ]
Ἑρμοῦ καὶ §3c γράμματα εὗρον μετὰ Ἑρμοῦ, τά τε ἱερὰ
καὶ τὰ δημόσια γράμματα, ἵνα μὴ ἐν τοῖς αὐτοῖς
πάντα γράφηται. §4 ἐγὼ νόμους ἀνθρώποις ἐθέμην,
καὶ ἐνομοθέτησα ἃ οὐθεὶς δύναται μεταθεῖναι.
10 §5 ἐγώ εἰμι Κρόνου θυγάτηρ πρεσβυτάτηι. §6 ἐγώ εἰμι γ[υ]-
νὴ καὶ ἀδελφὴ Ὀσείριδος {²⁶Ὀσίριδος}²⁶ βασιλέως. §7 ἐγώ εἰμι ἡ καρπὸν
ἀνθρώποις εὑροῦσα. §8 ἐγώ εἰμι μήτηρ Ὥρου βασιλέως.
§9 ἐγώ εἰμι ἡ ἐν τῷ τοῦ Κυνὸς ἄστρῳ ἐπιτέλλουσα. §10 ἐγώ
εἰμι ἡ παρὰ γυναιξὶ θεὸς καλουμένη. §11 ἐμοὶ Βούβαστος
15 πόλις ᾠκοδομήθη. §12 ἐγὼ ἐχώρισα γῆν ἀπ’ οὐρανοῦ.
§13 ἐγὼ ἄστρων ὁδοὺς ἔδειξα. §14 ἐγὼ ἡλίου καὶ σελήνη[ς]
πορέαν συνεταξάμην. §15 ἐγὼ θαλάσσια ἔργα εὗρον. §16 ἐ-
γὼ τὸ δίκαιον ἰσχυρὸν ἐποίησα. §17 ἐγὼ γυναῖκα καὶ ἄνδρα
συνήγαγον. §18 ἐγὼ γυναικὶ δεκαμηνιαῖον βρέφος εἰς
20 φῶς ἐξενεγκεῖν ἔταξα. §19 ἐγὼ ὑπὸ τέκνου γονεῖς
ἐνομοθέτησα φιλοστοργῖσθαι. §20 ἐγὼ τοῖς ἀστόρ-
γ<ω>ς γονεῦσιν διακειμένοις τειμω<ρ>ίαν ἐπέθηκα.
§21 ἐγὼ μετὰ τοῦ ἀδελφοῦ Ὀσίριδος τὰς ἀνθρωποφα-
γίας ἔπαυσα. §22 ἐγὼ μυήσεις ἀνθρώποις ἐπέδε[ι]-
25 ξα. §23 ἐγὼ ἀγάλματα θεῶν τειμᾶν ἐδίδαξα. §24 ἐγὼ
τεμένη θεῶν ἱδρυσάμην. §25 ἐγὼ τυράννων ἀρ-
χὰς κατέλυσα. §26 ἐγὼ φόνους ἔπαυσα. §27 ἐγὼ στέρ-
γεσθαι γυναῖκας ὑπὸ ἀνδρῶν ἠνάγκασα. §28 ἐγὼ
τὸ δίκαιον ἰσχυρότερον χρυσίου καὶ ἀργυρίου ἐποίη-
30 σα. §29 ἐγὼ τὸ ἀληθὲς καλὸν ἐνομο[θέ]τησα νομίζε[σ]-
θαι. §30 ἐγὼ συνγραφὰς γαμικὰς εὗρον. §31 ἐγὼ διαλέκτους
Ἕλλησι καὶ βαρβάροις ἔταξα. §32 ἐγὼ τὸ καλὸν καὶ αἰσχρὸ[ν]
διαγεινώσκεσθαι ὑπὸ τῆς Φύσεως ἐποίησα. §33 ἐγὼ
ὅρκου φοβερώτερον οὐθὲν ἐποίησα. §34 ἐγὼ τὸν ἀδίκως
35 ἐπιβουλεύοντα ἄλλοις {ἄλλῳ} ὑποχείριον τῷ ἐπιβου-
[λ]ευομένῳ παρέδωκα. §35 ἐγὼ τοῖς ἄδικα πράσσουσιν
τειμωρίαν ἐπιτίθημι. §36 ἐγὼ ἱκέτας ἐλεᾶν ἐνομοθ[έ]-
τησα. §37 ἐγὼ τοὺς δικαίως ἀμυνομένους τειμῶ. §38 πὰ-
ρ’ ἐμοὶ τὸ δίκαιον ἰσχύει. §39 ἐγὼ ποταμῶν καὶ ἀνέμων
40 [κ]αὶ θαλάσσης εἰμὶ κυρία. §40 οὐθεὶς δοξάζεται ἄνευ τῆς ἐ-
μῆς γνώμης. §41 ἐγώ εἰμι πολέμου κυρία. §42 ἐγὼ κεραυ-
νοῦ κυρία εἰμί. §43 ἐγὼ πραΰνω καὶ κυμαίνω θάλασσαν.
§44 ἐγὼ ἐν ταῖς τοῦ ἡλίου αὐγαῖς εἰμί. §45 ἐγὼ παρεδρεύω τῇ
τοῦ ἡλίου πορείᾳ. §46 ὃ ἂν ἐμοὶ δόξῃ, τοῦτο καὶ τελεῖτα[ι].
45 §47 ἐμοὶ πάντ’ ἐπείκει. §48 ἐγὼ τοὺς ἐν δεσμοῖς λύωι. §49 ἐγὼ
ναυτιλίας εἰμὶ κυρία. §50 ἐγὼ τὰ πλωτὰ ἄπλωτα ποι[ῶ ὅ]-
ταν ἐμοὶ δόξῃ. §51 ἐγὼ περιβόλους πόλεων ἔκτισα. §52 ἐ-
γώ εἰμι ἡ Θεσμοφόρος καλουμένη. §53 ἐγὼ ν<ή>σσους {²⁶νήσους}²⁶ ἐγ β[υ]-
[θ]ῶν εἰς φῶ<ς> ἀνήγαγον. §54 ἐγὼ ὄμβρων εἰμὶ κυρία. §55 ἐγὼ
50 τὸ ἱμαρμένον νικῶ. §56 ἐμοῦ τὸ εἱμαρμένον ἀκούει.
      §57 χαῖρε Αἴγυπτε θρέψασά με.
Search Help
Contact Us