[ ] Aeol. — Kyme (Namurt Limani) — 2 BC-14 AD — SEG 27.791 cf. — IGR 4.1302
1 — — —
[— — — — — — — — — — — — — — — — — — — — — δαμ]οσίαι[ς — — —]
[καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγίαν ταὶς ὑπαρχοί]σ̣α̣ι̣ς αὐτῷ κτή-
[σιας ἐν Ζμαραγήω̣ — — — — — — — — —· ἐπὶ δ]ὴ τούτοισι τῶ δά-
[μω — — — — — — — — — — — — — — — —]ο̣νια πασυδιάσαντος καὶ
5 [μεγαλο]π̣ρ̣ε̣πεστά[τ]α̣ι̣ς̣ τειμαὶς δογματίζοντος καὶ ναῦ-
[ο]ν̣ ἐν τῷ γυμ<ν>ασίῳ κατείρων προαγρημμένω, ἐν ᾧ ταὶς τει-
μαὶς αὐτῶ κατιδρύσει, κτίσταν τε καὶ εὐεργέταν προσονυ-
μάσδεσθαι εἰκόνας τε χρυσίαις ὀντέθην, καθ’ ἃ τοῖς τὰ μέ-
γιστα τὸν δᾶμον εὐεργετησάντεσσι νόμιμόν ἐστι, με-
10 τά γε τὰν ἐξ ἀνθρώπων αὐτῶ μετάστασιν καὶ τὰν ἐν-
ταφὰν καὶ θέσιν τῶ σώματος ἐν τῷ γυμνασίῳ γενήθην,
ἀποδεξάμενος ὑπερθύμως τὰν κρίσιν τᾶς πόλιος Λα-
βέων, στοιχεὶς τοῖς προϋπαργμένοισι αὐτῷ καὶ προσμε-
τρεὶς τὰν ἑαυτῶ τύχαν τοῖς ἐφικτοῖσιν ἀνθρώπῳ, τὰν
15 μὲν ὑπερβαρέα καὶ θεοῖσι καὶ τοῖς ἰσσοθέοισι ἁρμόζοι-
σαν τᾶς τε τῶ ναύω κατειρώσιος τᾶς τε τῶ κτίστα
προσονυμασίας τειμὰν παρῃτήσατο, ἀρκέην νομί-
ζων τὰν κρίσιν τῶ πλάθεος καὶ τὰν εὔνοαν ἐπιτεθε-
ωρήκην, ταῖς δὲ τοῖς ἀγαθοῖσι τῶν ἀνδρῶν πρεπο[ί]-
20 σαισ’ ἀσμενιζοίσᾳ χαρᾷ συνεπένευσε τειμαῖσι· ἐφ’ ο[ἷ]-
σιν πρεπωδέστατόν ἐστι, τῶν ἐννόμων ἐόντων
χρόνων, τὰν παντελέα τῶν εἰς ἀμοιβὰν ἀνηκόντων
ἐπαίνων τε καὶ τειμίων περὶ τᾶς καλοκἀγαθίας αὐτῶ
μαρτυρίαν ἀπυδεδόσθαι· δι’ ἃ καὶ τύχᾳ ἀγαθᾷ, δεδόχθαι
25 τᾷ βολλᾷ καὶ τῷ δάμῳ· ἐπαίνην Λαβέωνα παίσας ἐόντα τει-
μᾶς ἄξιον καὶ διὰ τὰν λοιπὰν μὲν περὶ τὸν βίον σεμνότατα
καὶ διὰ τὰν φιλοδοξίαν δὲ καὶ τὰν μεγαλοδάπανον εἰς
τὰν πόλιν διάθεσιν, καὶ ἔχην ἐν τᾷ καλλίστᾳ διαλάμψει τε καὶ
ἀπυδοχᾷ, καὶ κάλην εἰς προεδρίαν καὶ στεφάνων ἐν πάν-
30 τεσσι τοῖς ἀγώνεσσιν, οἵς κεν ἁ πόλις συντελέῃ, ἐν τᾷ τᾶν
κατευχᾶν ἁμέρᾳ ἐπὶ τᾶν σπονδᾶν κὰτ τάδε· "ὁ δᾶμος στε-
φανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λαβέωνα φι-
λοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρετᾶς ἕνεκα
καὶ φιλ{ι}αγαθίας {²⁶φιλαγαθίας}²⁶ τᾶς εἰς ἑαυτόν." ὀντέθην δὲ αὐτῷ καὶ εἰ-
35 κόνας, γραπτάν τε ἐν ὅπλῳ ἐνχρύσῳ καὶ χαλκίαν, κὰτ τὰ αὐ-
τὰ δὲ καὶ μαρμαρίαν καὶ χρυσίαν, ἐν τῷ γυμνασίῳ, ἐφ’ ἇν ἐπι-
γράφην· "ὁ δᾶμος ἐτείμασεν Λεύκιον Οὐάκκιον Λευκίω
υἱὸν Αἰμιλία Λαβέωνα, φιλοκύμαιον, εὐεργέταν, γυμνασι-
αρχήσαντα καλῶς καὶ μεγαλοδόξως, ὀνθέντα δὲ
40 καὶ τὸ βαλανῆον τοῖς νέοισι καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγί-
αν ταὶς ὑπαρχοίσαις αὐτῷ κτήσιας ἐν Ζμαραγήῳ, καὶ ἐ-
πισκεάσαντα τὸ γυμνάσιον καὶ ἕκαστα ἐπιτελέσαντα
λαμπρῶς καὶ μεγαλοψύ̣χως, ἀρετᾶς ἕνεκα καὶ εὐνόας
τᾶς εἰς ἑαυτόν." καὶ ἐπεί κε δὲ τελευτάσῃ, κατενεχθέν-
45 τα αὐτὸν ὑπὸ τῶν ἐφάβων καὶ τῶν νέων εἰς τὰν ἀγορὰν
στεφανώθην διὰ τῶ τᾶς πόλιος κάρυκος κὰτ τάδε· "ὁ δᾶ-
μος στεφανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λα-
βέωνα, φιλοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρε-
τᾶς ἕν<ε>κα καὶ εὐνόας τᾶς εἰς ἑαυτόν." εἰσενέχθην δὲ
50 αὐτὸν εἰς τὸ γυμνάσιον ὑπό τε τῶν ἐφάβων καὶ τῶν
νέων καὶ ἐντάφην, ἐν ᾧ κεν {ἄν} εὔθετον ἔμμεναι φαίνηται τό-
πῳ. τὸ δὲ ψάφισμα τόδε ἀναγράψαι εἰς στάλαν λίθω λευ-
κῶ καὶ ὀνθέμεναι εἰς τὸ γυμνάσιον πὰρ ταὶς δεδο-
γματισμέναις αὐτῷ τειμαίς· {²vac.}² μηνὸς Φρατρίω δεκάτᾳ
55 ἀπιόντος ἐπὶ ἱερέος τᾶς Ῥώμας καὶ Αὐτοκράτορος
Καίσαρος θεῶ υἱῶ θεῶ Σεβαστῶ ἀρχιερέος μεγίστω καὶ πα-
τρὸς τᾶς πατρίδος Πολέμωνος τῶ Ζήνωνος Λαοδι-
κέος, πρυτάνιος δὲ Λευκίω Οὐακκίω Λευκίω υἱῶ Αἰμιλί̣-
α Λαβέωνος, φιλοκυμαίω, εὐεργέτα, στεφαναφόρω δὲ
60            Στράτωνος τῶ Ἡρακλείδα.
Search Help
Contact Us