[ ]
Aeol. — Kyme (Namurt Limani) — 2 BC-14 AD — SEG 27.791 cf. — IGR 4.1302
1 | — — — |
[— — — — — — — — — — — — — — — — — — — — — δαμ]οσίαι[ς — — —] | |
[καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγίαν ταὶς ὑπαρχοί]σ̣α̣ι̣ς αὐτῷ κτή- | |
[σιας ἐν Ζμαραγήω̣ — — — — — — — — —· ἐπὶ δ]ὴ τούτοισι τῶ δά- | |
[μω — — — — — — — — — — — — — — — —]ο̣νια πασυδιάσαντος καὶ | |
5 | [μεγαλο]π̣ρ̣ε̣πεστά[τ]α̣ι̣ς̣ τειμαὶς δογματίζοντος καὶ ναῦ- |
[ο]ν̣ ἐν τῷ γυμ<ν>ασίῳ κατείρων προαγρημμένω, ἐν ᾧ ταὶς τει- | |
μαὶς αὐτῶ κατιδρύσει, κτίσταν τε καὶ εὐεργέταν προσονυ- | |
μάσδεσθαι εἰκόνας τε χρυσίαις ὀντέθην, καθ’ ἃ τοῖς τὰ μέ- | |
γιστα τὸν δᾶμον εὐεργετησάντεσσι νόμιμόν ἐστι, με- | |
10 | τά γε τὰν ἐξ ἀνθρώπων αὐτῶ μετάστασιν καὶ τὰν ἐν- |
ταφὰν καὶ θέσιν τῶ σώματος ἐν τῷ γυμνασίῳ γενήθην, | |
ἀποδεξάμενος ὑπερθύμως τὰν κρίσιν τᾶς πόλιος Λα- | |
βέων, στοιχεὶς τοῖς προϋπαργμένοισι αὐτῷ καὶ προσμε- | |
τρεὶς τὰν ἑαυτῶ τύχαν τοῖς ἐφικτοῖσιν ἀνθρώπῳ, τὰν | |
15 | μὲν ὑπερβαρέα καὶ θεοῖσι καὶ τοῖς ἰσσοθέοισι ἁρμόζοι- |
σαν τᾶς τε τῶ ναύω κατειρώσιος τᾶς τε τῶ κτίστα | |
προσονυμασίας τειμὰν παρῃτήσατο, ἀρκέην νομί- | |
ζων τὰν κρίσιν τῶ πλάθεος καὶ τὰν εὔνοαν ἐπιτεθε- | |
ωρήκην, ταῖς δὲ τοῖς ἀγαθοῖσι τῶν ἀνδρῶν πρεπο[ί]- | |
20 | σαισ’ ἀσμενιζοίσᾳ χαρᾷ συνεπένευσε τειμαῖσι· ἐφ’ ο[ἷ]- |
σιν πρεπωδέστατόν ἐστι, τῶν ἐννόμων ἐόντων | |
χρόνων, τὰν παντελέα τῶν εἰς ἀμοιβὰν ἀνηκόντων | |
ἐπαίνων τε καὶ τειμίων περὶ τᾶς καλοκἀγαθίας αὐτῶ | |
μαρτυρίαν ἀπυδεδόσθαι· δι’ ἃ καὶ τύχᾳ ἀγαθᾷ, δεδόχθαι | |
25 | τᾷ βολλᾷ καὶ τῷ δάμῳ· ἐπαίνην Λαβέωνα παίσας ἐόντα τει- |
μᾶς ἄξιον καὶ διὰ τὰν λοιπὰν μὲν περὶ τὸν βίον σεμνότατα | |
καὶ διὰ τὰν φιλοδοξίαν δὲ καὶ τὰν μεγαλοδάπανον εἰς | |
τὰν πόλιν διάθεσιν, καὶ ἔχην ἐν τᾷ καλλίστᾳ διαλάμψει τε καὶ | |
ἀπυδοχᾷ, καὶ κάλην εἰς προεδρίαν καὶ στεφάνων ἐν πάν- | |
30 | τεσσι τοῖς ἀγώνεσσιν, οἵς κεν ἁ πόλις συντελέῃ, ἐν τᾷ τᾶν |
κατευχᾶν ἁμέρᾳ ἐπὶ τᾶν σπονδᾶν κὰτ τάδε· "ὁ δᾶμος στε- | |
φανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λαβέωνα φι- | |
λοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρετᾶς ἕνεκα | |
καὶ φιλ{ι}αγαθίας {²⁶φιλαγαθίας}²⁶ τᾶς εἰς ἑαυτόν." ὀντέθην δὲ αὐτῷ καὶ εἰ- | |
35 | κόνας, γραπτάν τε ἐν ὅπλῳ ἐνχρύσῳ καὶ χαλκίαν, κὰτ τὰ αὐ- |
τὰ δὲ καὶ μαρμαρίαν καὶ χρυσίαν, ἐν τῷ γυμνασίῳ, ἐφ’ ἇν ἐπι- | |
γράφην· "ὁ δᾶμος ἐτείμασεν Λεύκιον Οὐάκκιον Λευκίω | |
υἱὸν Αἰμιλία Λαβέωνα, φιλοκύμαιον, εὐεργέταν, γυμνασι- | |
αρχήσαντα καλῶς καὶ μεγαλοδόξως, ὀνθέντα δὲ | |
40 | καὶ τὸ βαλανῆον τοῖς νέοισι καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγί- |
αν ταὶς ὑπαρχοίσαις αὐτῷ κτήσιας ἐν Ζμαραγήῳ, καὶ ἐ- | |
πισκεάσαντα τὸ γυμνάσιον καὶ ἕκαστα ἐπιτελέσαντα | |
λαμπρῶς καὶ μεγαλοψύ̣χως, ἀρετᾶς ἕνεκα καὶ εὐνόας | |
τᾶς εἰς ἑαυτόν." καὶ ἐπεί κε δὲ τελευτάσῃ, κατενεχθέν- | |
45 | τα αὐτὸν ὑπὸ τῶν ἐφάβων καὶ τῶν νέων εἰς τὰν ἀγορὰν |
στεφανώθην διὰ τῶ τᾶς πόλιος κάρυκος κὰτ τάδε· "ὁ δᾶ- | |
μος στεφανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λα- | |
βέωνα, φιλοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρε- | |
τᾶς ἕν<ε>κα καὶ εὐνόας τᾶς εἰς ἑαυτόν." εἰσενέχθην δὲ | |
50 | αὐτὸν εἰς τὸ γυμνάσιον ὑπό τε τῶν ἐφάβων καὶ τῶν |
νέων καὶ ἐντάφην, ἐν ᾧ κεν {ἄν} εὔθετον ἔμμεναι φαίνηται τό- | |
πῳ. τὸ δὲ ψάφισμα τόδε ἀναγράψαι εἰς στάλαν λίθω λευ- | |
κῶ καὶ ὀνθέμεναι εἰς τὸ γυμνάσιον πὰρ ταὶς δεδο- | |
γματισμέναις αὐτῷ τειμαίς· {²vac.}² μηνὸς Φρατρίω δεκάτᾳ | |
55 | ἀπιόντος ἐπὶ ἱερέος τᾶς Ῥώμας καὶ Αὐτοκράτορος |
Καίσαρος θεῶ υἱῶ θεῶ Σεβαστῶ ἀρχιερέος μεγίστω καὶ πα- | |
τρὸς τᾶς πατρίδος Πολέμωνος τῶ Ζήνωνος Λαοδι- | |
κέος, πρυτάνιος δὲ Λευκίω Οὐακκίω Λευκίω υἱῶ Αἰμιλί̣- | |
α Λαβέωνος, φιλοκυμαίω, εὐεργέτα, στεφαναφόρω δὲ | |
60 | Στράτωνος τῶ Ἡρακλείδα. |