[ ] Aeol. — Kyme (Namurt Limani) — aft. 130 BC — EA 2.1983.1-20 (VI-VIII) — SEG 33.1035-1041 (I-VIII) — SEG 43. 871; 56.1356 (cf.)
See also:
A.front.I (1035) — — —
0 [ἐπιγραφὰν ἔχοισαν· "ὁ δᾶμος Ἀρχίππαν τὰν Δικαιογένεος]
ἀρετᾶς ἕνεκεν [καὶ εὐ]νοίας τᾶς εἰς ἑαυτ̣όν". παρ̣[στᾶ]σ̣αι δ̣[ὲ αὐ]τᾷ
ἐπὶ τῶ αὐτῶ βάματ̣ος καὶ εἰκόνα χαλκέαν τῶ Δά[μω κ]ολοσσιαίαν
στεφάνοισαν αὐτάν· στᾶσαι δὲ καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος
TW= *LAKRA/TEOS EI)KO/NA XALKE/AN E)PI\ TW= AU)TW= BA/MATOS E)PIGRAFA\N
5 ἔχοισαν· "ὁ δᾶμος Δικαιογένην Λακράτεος". στεφανωσάτω δὲ καὶ
ὁ ἀγωνοθέτας Ἀρχίππαν τὰν Δικαιογένεος χρυσέῳ στεφάνῳ
ἐν τοῖς πρώτοις Διονυσίοισι τῷ ἀγῶνι τῶν παίδων ἀρετᾶς ἕνε-
κεν καὶ εὐνοίας τᾶς εἰς τὸν δᾶμον· καλῆσθαι δὲ αὐτὰν καὶ εἰς
προεδρίαν· τὰν δὲ ἀναγγελίαν τῶν προγεγραμμένων ποιήσθω
10 ὅ τε νῦν ἐὼν ἀγωνοθέτας καὶ οἱ ἑκάστοτε ἐσσόμενοι καθότι καὶ
τοῖς ἄλλοις εὐεργέταις· ἐπεὶ δέ κε τελευτάσῃ Ἀρχίππα, ὁ ἐσσό-
μενος κὰτ τὸν καιρὸν πρύτανις στεφανωσάτω αὐτὰν χρυσέῳ
στεφάνῳ ποιήμενος τὰν ἀναγγελίαν καθότι προγέγραπται·
δεδόσθαι δὲ αὐτᾷ καὶ ταφὰν ὅπποι καὶ τοῖς ἄλλοις εὐεργέταις· ἵ-
15 να δὲ καὶ τὰν ταχίσταν συντελεσθέοισιν οἵ τε ἀνδριάντες καὶ τὸ
βᾶμα, παρακαλέσσαι τὸν κασίγνατον αὐτᾶς Ὀλύμπιον τὸν Δικαι̣-
ογένεος εἰσενέγκαι τὰ χρήματα ἀναπόδοτα καὶ κατασκευάσσαι αὐ-
τὸν τὰ προγεγραμμένα καθότι κεν Ἀρχίππα προαιρῆται· ἔμμε-
ναι δὲ τὸ ψάφισμα τοῦτο ἐπὶ σωτηρίᾳ τᾶς τε πόλιος καὶ τῶν πολι-
20 τᾶν·    ἐπὶ Μητροφάνου, μηνὸς Τερφείου.
left.II (1036).21   ψήφισμα περὶ θυσιῶν ταῖς φύλαις·
ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυ-
λάρχων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίπ-
πη ἡ Δικαιογένου κατακολουθοῦσα τῇ ἑαυ-
25 τῆς καλοκἀγαθίᾳ καὶ ᾗ διὰ παντὸς εἰσφέρε-
ται πρὸς τὴν πατρίδα εὐνοίᾳ καὶ φιλοδοξί-
ᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φι-
λαγαθίαν καὶ ἐκτένειαν ἀνηκόντων, ἐ-
φ’ οἷς καὶ τὴν κατὰ κοινὸν ὑπὸ τοῦ δήμου
30 καὶ κατ’ ἰδίαν ὑφ’ ἑκάστου τῶν πολιτῶν ἀ-
παντᾶσθαι αὐτῇ συνβαίνει ἀποδοχὴν καὶ
εὐχαριστίαν τετιμημένῃ{ν} ἐπιφανέσι κα[ὶ]
ἐνδόξοις τιμαῖς καὶ ἀξίαις τῆς τε τῶν προ-
γόνων ἀρετῆς καὶ καλοκἀγαθίας καὶ τῆς
35 ἰδίας πρὸς τὸν δῆμον ἐκτενείας, δι’ ἃς καὶ τὴν
πατρίδα καλλίονα καὶ ἐπιφανεστέραν καθέ-
στακεν, ἐπιγεγραφεῖα τε ἐπὶ τὸ συντετελεσ-
μένον βουλευτήριον κατὰ τὰ προεψηφισμέ-
να προείρηται καὶ τῶν πρὸς φιλανθρωπίαν
40 ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι, καὶ δέ-
δωκεν εἰς θυσίαν καὶ εὐωχίαν τῇ τε βουλῇ
τῇ πανδήμῳ στατῆρας πεντήκοντα καὶ
εἰς τὸν παρασταθησόμενον τῇ θυσίᾳ βοῦν
ἀργυρίου ἀττικοῦ δραχμὰς ἑβδομήκον-
45 τα καὶ οἴνου παλαιοῦ πρόχους πεντήκοντ[α]
καὶ τῶν φυλῶν ἑκάστῃ καὶ τοῖς παροίκοις
τὸ ἴσον πλῆθος, καὶ γλυκιεῖν ἐν τῷ συντετε-
λεσμένῳ ὑφ’ ἑαυτῆς βουλευτηρίῳ τούς
τε πολίτας καὶ τοὺς ἄλλους τοὺς κατοι-
50 κοῦντας ἐν τῇ πόλει· δεδόχθαι τῷ δή-
μῳ· ἐπαινέσαι Ἀρχίππην καὶ ἐν τούτοις καὶ
ἀποδεδέχθαι μετὰ πάσης εὐνοίας τὴν
προαίρεσιν αὐτῆς καὶ τὴν πρὸς τὴν πατρίδα
ἐκτένειαν καὶ φιλαγαθίαν. ἐδόθη Τερφ[εί]-
55 ου δωδεκάτῃ, ἐπὶ Ἀπολλοδώρου τοῦ Διο[․․]-
νου.
front.III (1037).57           ψήφισμα περὶ θυσιῶν ταῖς φ̣ύλαις
          εἰς ἃ ἔδωκεν Ἀρχίππη, καὶ γλυκισμοῦ·
ἔδοξε τᾷ βολλᾷ, γνώμα στραταγῶν καὶ φυλάρχων καὶ τῶν συνέ-
60 δρων· ἐπειδὴ Ἀρχίππα ἁ Δικαιογένεος κατακολουθεῖσα τᾷ ἑαυ-
τᾶς καλοκἀγαθίᾳ καὶ ᾇ διὰ παντὸς εἰσφέρεται πρὸς τὰν πάτριν εὐνοί-
ᾳ καὶ φιλοδοξίᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φιλαγαθίαν καὶ ἐ-
κτένειαν ἀνηκόντων, ἐφ’ οἷς καὶ τὰν κατὰ κοινὸν ὑπὸ τῶ δάμω καὶ κα-
τ’ ἰδίαν ὑπ’ ἑκάστω τῶν πολιτᾶν ἀπαντᾶσθαι αὐτᾷ συμβαίνει ἀποδο-
65 χὰν καὶ εὐχαριστίαν τετιμαμένᾳ{ν} ἐπιφανέεσσι καὶ ἐνδόξοισι τιμαῖς
καὶ ἀξίαισι τᾶς τε τῶν προγόνων ἀρετᾶς καὶ καλοκἀγαθίας καὶ τᾶς ἰδίας
πρὸς τὸν δᾶμον ἐκτενείας, δι’ ἃς καὶ τὰν πάτριν καλλίονα καὶ ἐπιφανε-
στέραν καθέστακε, νῦν τε, κατεσκευασμέναν τᾶν εἰκόνων τᾶν ἐψαφ[ισ]-
μέναν ὑπὸ τῶ δάμω, Ἀρχίππας τε στεφανωμένας ὑπὸ τῶ Δάμω κολ[οσ]-
70 σιαίᾳ εἰκόνι καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος, καὶ ἑστακοίσαν πρὸ τῶ
βολλευτηρίω τῶ ἀνατεθειμένω ὑπὸ Ἀρχίππας, προαίρηται καὶ τῶν
πρὸς φιλανθρωπίαν ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι καὶ δέδω-
κεν εἰς θυσίαν καὶ εὐωχίαν τᾷ τε βολλᾷ τᾷ πανδάμῳ στατῆρας πεν-
τήκοντα καὶ τᾶν φυλᾶν ἑκάστᾳ στατῆρας ἑξήκοντα καὶ τοῖς μετοίκοι-
75 σι καὶ ἀπελευθέροισι στατῆρας πεντήκοντα καὶ ἐγλύκισεν τοίς τε πο[λί]-
ταις καὶ τοὶς ἄλλοις τοὶς κατοικῆντας ἐν τᾷ πόλει· δεδόχθαι τῷ δ[ά]-
μῳ· ἐπαινέσαι Ἀρχίππαν καὶ ἐν τούτοισι καὶ ἀποδεδέχθαι μετὰ παίσ[ας]
εὐνοίας τὰν προαίρεσιν αὐτᾶς καὶ τὰν πρὸς τὰν πάτριν ἐκτένειαν καὶ φ[ιλα]-
γαθίαν· προέθηκαν οἱ στραταγοὶ πάντες, Τερφείου, ἐπὶ Καλλίππου.
left.IV (1038a).80    ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης·
ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρ-
χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππης τῆς Δι-
καιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίνδυνον ἐνπε-
σούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐ-
85 κτενῶς διακεῖσθαι πρὸς αὐτήν, ὑπάρχουσαν
εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν τῆς τε ἰδίας
καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολ-
λὰς καὶ μεγάλας ἀποδείξεις πεποιῆσθαι τῆς
πρὸς τὴν πατρίδα εὐνοίας τε καὶ φιλαγαθίας, νῦν
90 δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρ-
χούση<ς> διαθέσει ἡδόμενος μεγάλως ὁ δῆμος ἐπὶ
τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔχον ἡγεῖται καὶ οἰκεῖ-
ον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας ἐπιτε-
λέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαρισ-
95 τήρια, διὸ καὶ ἐπ’ ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δή-
μῳ· τοὺς στρατηγοὺς θυσίαν ἐπιτελέσαι τοῖς
θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιεί-
ας· Διος, ἐπὶ Ἀθηναίου τοῦ Ξένωνος.
front.V (1038b).99            ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης·
100 ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ τῶν συνέ-
δρων· ἐπειδὴ Ἀρχίππης τῆς Δικαιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίν-
δυνον ἐνπεσούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐκτενῶς δ[ι]-
ακεῖσθαι πρὸς αὐτὴν ὑπάρχουσαν εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν
τῆς τε ἰδίας καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολλὰς καὶ με-
105 γάλας ἀποδείξεις πεποιῆσθαι τῆς πρὸς τὴν πατρίδα εὐνοίας τε κα[ὶ]
[φ]ιλαγαθίας, νῦν δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρχούσ[η]<ς>
[δ]ιαθέσει ἡδόμενος μεγάλως <ὁ δῆμος> ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔ-
χον ἡγεῖται καὶ οἰκεῖον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας [ἐ]-
πιτελέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαριστήρια· διὸ κα[ὶ]
110 ἐπ’ ἀγαθῆι τύχηι δεδόχθαι τῷ δήμῳ· τοὺς στρατηγοὺς θυσίαν
ἐπιτελέσαι τοῖς θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιείας.
προέθηκαν οἱ στρατηγοὶ πάντες, Τερφείου πέμπτῃ ἀπιόντος,
ἐπὶ Ἀθηναίου.
B.front.(VI [1039]) — — —
1 λ̣․[․․․․]ολλ[․․․․․․․․․․]οι̣γ̣ι̣νου φράτρας Α[— — — οὔσης διώ]-
ξ̣εως τοῖς πρ[ογεγραμμέν]οις κατὰ τῶν ἀδικησόντων ἢ καθεξο̣[μένων τι ἐ]-
κ τῶν προγεγραμ[μένω]ν ἢ ἐναντιωθέντων τοῖς διὰ τοῦ ψηφίσμ[ατος δη]-
λουμένοις· προνοηθήτωσαν δὲ οἱ ἐπιστάται περὶ τοῦ ὑπάρχει[ν τὸν βωμὸν(?)]
5 μαρμάρινον πρὸ τοῦ ναοῦ ἐν τῷ ἀναθέματι· συνχωρηθῆναι δὲ [ὡς παρακα]-
λεῖ Ἀρχίππη ὑπὸ τῶν πολιτῶν ἕνεκεν τοῦ Ἑλικῶνα τὸν ἑαυτῆς οἰ[κονόμον(?)]
τὸν ὄντα πατρὸς Ἀπολλωνίου Ἀντιοχέα ἀπὸ Δάφνης γενέσθαι πο[λίτην ἡμῶν]·
φροντίσαι δὲ καὶ περὶ ἑαυτῆς εἰς τὸ τῶν καθηκουσῶν ἀξιωθῆναι τ[ιμῶν· δο]-
θῆναι δὲ ἑαυτῇ καὶ ἀλειτουργησίαν καθότι παρακαλεῖ προφερομένῃ [τὴν περὶ]
10 αὐτὴν περίστασιν· ὁ δὲ δῆμος, συνιδὼν τό τε πλῆθος τῶν δαπα̣[νημά]-
των καὶ τὴν ἐξ Ἀρχίππης διὰ παντὸς εὐεργεσίαν, τήν τε ἀρετὴν αὐ̣[τῆς τε]
καὶ τὴν μεγαλομέρειαν ἀποδέχεται, ἐντροπῆς μὲν καὶ ἀποδοχ[ῆς δι]-
ά τε τὴν σωφροσύνην καὶ τὸ γένος ἀξιῶν, ἐπαίνου δὲ διὰ τὴν εἰς [τὴν]
πατρίδα φιλοδοξίαν, τὰ μέγιστα καὶ εἰληφὼς παρ’ αὐτῆς φιλάνθρω̣[πα]
15 καὶ τῶν ἐνδοξοτάτων ἠξιωκώς τε καὶ σπεύδων τυχεῖν αὐτὴν τιμ[ῶν],
προαιρούμενός τε τὴν καταξίαν τῆς ἀρετῆς αὐτῇ ἀποδοῦναι εὔνοι[αν]
οἴεται δεῖν τιμῆσαι αὐτὴν καὶ εἰκόνι χρυσῇ· ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτ̣[ηρί]-
ᾳ, δεδόχθαι τῷ δήμῳ Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι ἐπί τε τῇ σ[ω]-
φροσύνῃ τῇ ὑπαρχούσῃ περὶ αὐτὴν καὶ εὐταξίᾳ καὶ τῇ πρὸς τὴν πατρίδα αἱρέ-
20 σει καὶ ἐπὶ τῷ ἀκόλουθα πράσσουσαν τῇ διὰ προγόνων ὑπαρχούσῃ αὐτῇ κα-
λοκἀγαθίᾳ ἐπιδεδωκέναι αὐτὴν καὶ εἰς τὰ προδεδηλωμένα κατατιθεμέ-
νην τὴν ἑαυτῆς φιλοτιμίαν εἰς τὰ κάλλιστα καὶ πρὸς ἐπιφάνειαν καὶ μνή-
μην ἀθάνατον ἀνήκοντα, δι’ ἃ συμβαίνει καὶ τοὺς ἰδίους αὐτῆς τιμᾶσθαι
ἀξίως ἧς ἔσχηκεν Ἀρχίππη πρὸς αὐτοὺς ἐκτενείας καὶ φιλοστοργίας, ἐπι-
25 κοσμεῖσθαι δὲ καὶ ἐπιφανεστέραν γίνεσθαι καὶ τὴν πόλιν· ἵνα δὲ καὶ τοῖς ἐπι-
γινομένοις ὁ τῆς ἀρετῆς ζῆλος μὴ ἄσημος ὑπάρχῃ, γινώσκωσιν δὲ τὴν τοῦ
δήμου εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς εὐχαριστίαν, στεφανῶσαι αὐτὴν
στεφάνῳ χρυσῷ καὶ εἰκόνι χρυσῇ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχουσα
διατελεῖ εἰς τὴν πατρίδα· στῆσαι δὲ τὴν εἰκόνα τὴν χρυσῆν ἐπὶ στυλίδος
30 μαρμαρίνης ἐν τῷ περιβόλῳ τοῦ βουλευτηρίου ᾧ ἀνατέθεικεν Ἀρχίππη{ι} ἐπι-
γ̣ραφὴν ἔχουσαν· "ὁ δῆμος Ἀρχίππην τὴν Δικαιογένου ἀρετῆς ἕνεκεν καὶ εὐ-
νοίας τῆς εἰς ἑαυτόν"· ὁ δὲ ἀγωνοθέτης τῶν Διονυσίων ποιησάσθω ἐν τῷ
π̣ρώτῳ ἀγῶνι τῶν παίδων τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος τὴν ἀναγγελί-
αν, εἰς δὲ τὸ λοιπὸν ἀεὶ ὑπὸ τοῦ ἐσομένου ἀγωνοθέτου στεφανοῦσθαί τε
35 Ἀρχίππην τῷ χρυσῷ στεφάνῳ καὶ καλεῖσθαι αὐτὴν εἰς προεδρίαν ἐν πᾶσιν
τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· ὁμοίως δὲ καὶ οἱ ἀγωνοθέται τῶν μεγάλων̣
Σωτηρίων καὶ Ῥωμαίων τήν τε εἰσκήρυξιν καὶ τὴν στεφάνωσ̣ιν ποιείσθωσ[αν],
ἐπὰν ἐπιτελῶσιν τὰς θυσίας ἐν τῷ θεάτρῳ τῇ τρεισκαιδεκάτηι· ἵνα δὲ συν̣-
τελεσθῶσιν ἥ τε εἰκὼν ἡ χρυσῆ καὶ ἡ στυλίς, παρακαλέσαι Ἀρχίππην τὴν Δι-
40 καιογένου ἀναδέξασθαι καὶ ταύτην τὴν δαπάνην, καθότι καὶ ἐν τούτοι[ς]
φιλαγαθοῦσα συνεπιδέδωκεν· τὰ δὲ κατὰ τὴν ἐπαγγελίαν τοῦ ἀναθέμα̣-
τος καὶ τὰ κατὰ τὰς συνχωρήσεις αὐτῃ καὶ τὰ λοιπὰ τὰ προγεγραμμένα πά[ν]-
τα ἐπιτελεῖσθαι, γινομένης τῆς περὶ ἑκάστων οἰκονομίας καὶ διοικήσεως κ[α]-
θότι ἐν τῷ ψηφίσματι προδιασεσάφηται· δεδόσθαι δὲ ὑπὸ τοῦ δήμου Ἀρ-
45 χίππῃ καὶ τὴν ἀλειτουργησίαν καί, ἐπὰν δὲ τελευτήσῃ Ἀρχίππη, στεφα-
νωσάτωσαν αὐτὴν ἐπὶ τῆς ἐκφορᾶς οἱ κατὰ τὸν καιρὸν ὄντες στρατηγοὶ στε-
φάνῳ χρυσῷ ἀναγορεύοντες ὅτι "ὁ δῆμος στεφανοῖ Ἀρχίππην τὴν Δικαιογέ-
νου στεφάνῳ χρυσῷ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν"· τὸ δὲ εἰς τὸν
στέφανον ἀνήλωμα δότωσαν οἱ στρατηγοὶ παρὰ τῆς πόλεως· δεδόσθαι δὲ Ἀρ-
50 χίππῃ καὶ ταφὴν οὗ καὶ οἱ λοιποὶ οἱ τῆς πόλεως εἰσιν εὐεργέται τεθαμμένοι· συνε-
ξενεγκάτω δὲ Ἀρχίππην καὶ ὁ γυμνασίαρχος μετὰ τῶν ἐφήβων· τοὺς δὲ χιλ[ί]-
ους στατῆρας τοῦ χαλκοῦ διαγράψαι Ἀρχίππην ἐν τῷ μηνὶ τῷ Τερφείῳ μετὰ πρύτα-
νιν Ἀθήναιον τοῖς ἐσομένοις ἐπὶ τῆς ἀποδόσεως τῶν δανείων ἀνδράσιν· τοὺς δὲ
διαγραψαμένους καταχρῆσθαι καὶ τούτοις τοῖς διαφόροις μετὰ τῶν λοιπῶν τῶν πι̣-
55 π̣τόντων πρὸς αὐτοὺς χρημάτων· τὸν δὲ ταμίαν τὸν ἐπὶ τῆς διοικήσεως τὸν ἐσόμε-
ν̣ον ἀν ἕκαστον ἐνιαυτόν, ἐπὰν ἀποδοθῶσιν ὑπὸ Ἀρχίππης οἱ χίλιοι στατῆρες, διαγρά-
φειν ἐπάναγκες ἔν τε τῷ μηνὶ τῷ Θαξίῳ τοῖς στρατηγοῖς χαλκοῦ στατῆρας δέκα
καὶ τῇ βουλῇ, πανδήμῳ χαλκοῦ στατῆρας τεσσαράκοντα καὶ ἐν τῷ μηνὶ δὲ τῷ Τερ-
φείῳ διαγράφειν τοῖς αὐτοῖς τὸ ἴσον πλῆθος τοῦ διαφόρου· τοὺς δὲ διαγραψαμέ-
60 νους τὰ διάφορα ἐπιτελεῖν τὰς θυσίας ἐν τῷ βουλευτηρίῳ ἐπὶ τοῦ κατεσκευ̣-
ασμένου βωμοῦ ἐν ἑκατέρῳ μηνὶ τῇ δωδεκάτηι καὶ πέμπειν ἀπὸ τῆς θυσίας̣
Ἀρχίππῃ γέρας ἕως τοῦ ζῆν αὐτήν· τοὺς δὲ ἄνδρας τοὺς ἀποδεικνυμένους
ἐπὶ τῆς ἀποδόσεως τῶν πολιτικῶν δανείων ἀν’ ἕκαστον ἐνιαυτὸν τούτου̣
πλεῖον διαγράφειν τοῖς διαφόροις τῷ ταμίᾳ τῷ ἐπὶ τῆς διοικ̣ή̣σεως εἰς τὰ κα-
65 τὰ τὴν διοίκησιν τῆς πόλεως· ἐὰν δὲ μὴ ἀποδεικνύωνται μηκέτι οἱ ἄνδρες, οἱ̣
χειρισταὶ οἱ γινόμενοι κατ’ ἐνιαυτὸν ἕκαστα ἐπιτελείτωσαν καθότι καὶ τοῖς ἀν-
δράσιν ἐπιτέτακται διὰ τούτου τοῦ ψηφίσματος ἢ ὃς ἂν κατὰ τὸν καιρὸν ἔχ[ῃ]
τὴν ἐξουσίαν· καὶ ἐπὰν δὲ δίδωται τὸ τάλαντον ὑπὸ τοῦ Ἀρχίππης κληρονό-
μου ἐξ οὗ διατέτακται τοκιζομένου τόν τε καταγορασμὸν τῶν σωμάτων γε-
70 νέσθαι καὶ τὰ κατὰ τὴν ἐπισκευὴν τοῦ βουλευτηρίου ἐπιτελεῖσθαι, ὁ δῆμος
διὰ τῶν ἐσομένων κατὰ τὸν καιρὸν στρατηγῶν καὶ συνέδρων γράψας ψήφισ-
μα κυρωσάτω περί τε τῆς τῶν διαφόρων λήψεως καὶ τοῦ ἐκτοκισμοὺ αὐτῶν
καὶ περὶ ἐπιστάτου τοῦ ἐσομένου κατ’ ἐνιαυτὸν ἐπὶ τε τῆς ἐπισκευῆς τοῦ βου-
λευτηρίου καὶ τοῦ καταγορασμοῦ τῶν σωμάτων καὶ τῆς τροφῆς αὐτῶν καὶ ἀμ-
75 φιεσμοῦ καὶ ὀψωνίου· καὶ ἵνα ἐάν τι τῶν καταγορασθησομένων σωμάτων πάθ[ῃ, ὁ]
κατὰ τὸν καιρὸν ἐσόμενος ἐπιστάτης ἀγοράσῃ ἄλλο σῶμα, ὥ[σ]τε μὴ ἐλάσσονα ὑ-
πάρχειν διὰ παντὸς τῶν τεσσάρων· ἐπικληρωσάτω δὲ καὶ ὁ ἐσόμενος ἔμμηνο̣[ς]
στρατηγὸς Ἑλικῶνα τὸν Ἀπολλωνίου ἐπὶ τε φυ[λὴ]ν καὶ φράτραν καὶ καθ’ ἃ ἀνα[δι]-
δότω γραφὴν τῷ γραμματεῖ τῶν νομοφυλάκων καὶ εἰς τὸ ἀντιγραφῖον καὶ μ[ε]-
80 τεχέτω πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται· μηδενὶ δὲ ἐξέστω ξύλα κάειν μή[τε]
ἐν τῷ ναῷ μήτε ἐν τῷ προνάῳ μηδὲ ἐν ταῖς στοαῖς ταῖς ἀνατιθεμέναις ὑπὸ Ἀρ-
χίππης μηδὲ πίνακας μηδὲ ἄλλο ἀνάθεμα μηθὲν ἔστω ἐκ τῶν δοκῶν κριμνά[σαι]·
εἰ δὲ μή, κωλυέτωσαν τὸν τούτων τι ποιοῦντα ο[ἱ ἱ]ερονόμοι καὶ οἱ ἀγορανόμοι, [ᾧ]
ἂν δύνωνται τρόπῳ, καὶ ζημιούτ̣ωσαν ἕως στα̣[τ]ή̣ρων πέντε, ὄντες ἀνυπόδικ[οι],
85 καὶ πραξάτωσαν τὴν ζῃμίαν ᾧ ἂν δύνωνται̣ [τρ]ό̣π̣ῳ καὶ τὰ διάφορα ταῦτα ὑ-
πάρχειν εἰς τὴν ἐπισκευὴν τοῦ ἱεροῦ· ἐὰν δὲ μὴ δύνωνται πρᾶξαι, ἀναγραψάτω-
σαν, καὶ μηθὲν ἧσσον ὁ βουλόμενος τὸν τούτ̣ων τ̣[ι] ποιοῦντα κωλυέτω ἀζήμιο[ς]·
ἐὰν δέ τις τῶν ἐν τῷ ψη̣[φί]σματι τούτῳ κατακεχω̣ρ̣ισμένων τι μὴ ποιήσῃ ἢ βλάψῃ
τὴν πόλιν ἢ ἀδικήσῃ ᾡτινιοῦν τ̣ρ̣όπῳ, εἶναι κατὰ τοῦ ἐναντίο̣ν̣ τι ποιήσαντος ἔ[ν]-
90 δειξιν κατὰ τὰ περὶ τῶν κατεχόντων τι ἢ ἀδικούντων τὸν δῆμον ἔγγραφα· τὰ δὲ
κατὰ τὸ ἀνάθεμα καὶ τὴν τοῦ ταλάντου ἐπαγγελίαν καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφ̣[ίσ]-
ματος δηλούμενα ἐπιτελεῖσθαι κυρίων γενομένων Ἀρχίππη καὶ ὁ δῆμος διὰ τ[οῦ]
ψηφίσματος προείρηται· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σωτ̣η̣[ρί]ᾳ τῆς τε π̣[όλ]-
εως καὶ τῶν πολιτῶν· προέθηκαν οἱ στρατηγοὶ πάντες· ἐπὶ Ἀθ[ην]αίου, μην[ὸς]
95 Τερφείου πέμ[πτη]ι ἀπιόντος.
right.(VII [1040]).1 ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φ̣[υλάρ]-
χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δι̣κ̣[αι]-
ογένου προαιρεῖται τῆς ὀροφῆς τοῦ βουλευτηρίου
τήν τε ὑπωρυφίαν μετακατασκευάσαι καὶ τὴν
5 κεράμωσιν μεταθεῖναι, ἃ καὶ πρὸς τὴν ἀσφάλει-
αν καὶ πρὸς τὴν εὐχρηστίαν εὐθετώτερα νενό-
μικεν ὑπάρχειν, περὶ τούτων τε καὶ τῷ πλήθει τῶν
πολιτῶν ἐμπεφανικέναι διὰ τῶν προεστώτων
καὶ συγκρίσεις ἀρχιτεκτόνων γέγοναν μεθ’ ὑπο-
10 δειγμάτων τῆς ζητήσεως ἐπιτελουμένης, μεί-
ζονός τε δαπάνης ὑπαρχούσης ἀναδέδεκται καὶ ταύ-
την τοῦ τῆς πατρίδος συμφέροντος στοχαζομέ-
νη, ἐπιτελεῖν τε τὰ κατὰ τὴν κατασκευὴν ἑτοίμως
ἔχουσα συγχωρηθῆναι παρακαλεῖ ἑαυτῆι εἰς τὸ πα-
15 ραδοθῆνοι τὸν τόπον· δεδόχθαι τῷ δήμῳ Ἀρ-
χίππην μὲν ἐπῃνῆσθαι ἐπί τε τῇ καλοκἀγαθίᾳ καὶ
ᾗ διὰ παντὸς εἰσφέρεται σπουδῇ εἰς τὰ τῆς πατρίδος
συμφέροντα τῆς τῶν προγόνων δόξης ἄξια πράσσου-
σα καὶ στοιχοῦσα τῇ κατὰ τὴν ἀρετὴν μεγαλομερείᾳ·
20 δσθῆναι δὲ αὐτῇ, πρὸς τὴν προδεδηλωμένην ἐπι-
σκευὴν τὸν τόπον ἕνεκεν τοῦ ἔχειν αὐτὴν ἐξουσί-
αν ἕκαστα ἐπιτελεῖν κατὰ τὴν ἰδίαν πίστιν καὶ προ-
αίρεσιν· ἔστω δὲ ἐξουσία αὐτῆι καὶ περὶ τῶν ἀγομέ-
νων λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν τῶν πρὸς τὴν
25 χρείαν τιθέναι εἰς τοὺς δημοσίους τόπους ὑπὸ μη-
θενὸς κωλυομένην· συγκεχωρῆσθαι δὲ Ἀρχίππηι καὶ
ἐάν τινα προαίρηται τῶν γεγονότων αὐτῇ ψηφισμά-
των ἐγχαράξαι εἰς τὰ μαρμάρινα τοῦ βουλευτηρίου·
εἶναι δὲ τὸ ψήφισμα τοῦτο κύριον ἐπὶ τῷ τῆς πόλεως
30 συμφέροντι· ἐδόθη ἐπὶ Σωπάτρου, μηνὸς Μαιμακτῆρος.
(VIII [1041]).1 ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ
τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δικαιογένου ἐπηγγεί-
λατο τῷ δήμῳ δώσειν ἀπὸ τῶν ἀγρῶν τῶν ὑπαρχόν-
των αὐτῇ ἐγ χώρῳ Ἀχαίῳ τόν τε καλούμενον Χημίω-
5 νος καὶ Σκυθείνου καὶ τὸν καλούμενον Ἀριστοδήμου,
ὧν καὶ τὴν κυριείαν παρεχώρει τῷ δήμῳ μετὰ τὴν ἑ-
αυτῆς μεταλλαγὴν ἕνεκεν τοῦ κατασκευασθῆναι
ἀναθέματα ἐν τῇ ἀγορᾶι ναόν τ[ε] Ὁμονοίας καὶ βωμὸν
καὶ στοὰς καὶ ἐργαστήρια, στοιχοῦσα δὲ τῇ ὑπαρχού-
10 σῃ περὶ ἑαυτὴν φιλοδοξίᾳ βούλεται ἐπιτελεῖσθαι τὰ
ἀναθέματα καὶ παραδιδοῖ τῷ δήμῳ ἀπὸ τῶν ἀγρῶν
τῶν ἐπηγγελμένων τὸν καλούμενον Χημίωνος καὶ
Σκυθίνου, ὥστε πραθέντος αὐτοῦ ἐπιτελεῖσθαι τὰ
πρῶτα τῶν ἔργων τῶν κατὰ τὰ ἀναθέματα· δεδό-
15 χθαι Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι
ἐπὶ τῇ κατὰ τὸν βίον σωφροσύνῃ καὶ ἐπὶ τῇ σπουδῇ τῇ
ὑπὲρ τῆς πατρίδος· κυρωθέντος δὲ τοῦ ψηφίσματος τού-
του ἀποδειξάτω ὁ δῆμος ἄνδρας δύο κατὰ μηδὲν ἐπικω-
λυομένους οὓς ἂν καὶ Ἀρχίππη συνκρείνῃ, οἱ δὲ ἀποδει-
20 χθέντες τά τε λοιπὰ ἐπιτελέσουσιν τὰ περὶ τῶν ἀναθη-
μάτων κατὰ τὸ προκεκυρωμένον ψήφισμα· πωλήσουσιν
δὲ καὶ τὸν ἀγρὸν τὸν Χημίωνος καὶ Σκυθίνου πλὴν τῶν
σπερμάτων καὶ τῆς σταφυλικῆς προσόδου τῶν καθ’ ἔτος,
ἐφ’ ᾧ ὁ ἀγοράσας δώσει τὸ τρίτον μέρος τῆς τιμῆς ἐν ἡ-
25 μέραις ἑξήκοντα, τὴν δὲ λοιπῆν τιμὴν ἀποδώσει ἐν ἔτε-
σιν τέσσαρσιν ἀποδιδοὺς κατ’ ἐνιαυτὸν τὸ πρὸς μέρος
καὶ τοῦ καταβαλλομένου τόκον δέκατον τοῦ χρόνου
τοῦ τῆς πράσεως· ἔσονται δὲ οἱ αὐτοὶ ἄνδρες καὶ
ἐπιστάται ἐπὶ τῆς τῶν ἀναθημάτων κατασκευῆς
30 ἕως τῆς συντελείας αὐτῶν, καὶ ἐπὶ τῆς πράσεως
δὲ τοῦ ὑπολειπομένου ἀγροῦ· ἐπὰν μεταλλάξῃ Ἀρ-
χίππη, καὶ τὰ λοιπὰ διοικήσουσιν ἅπαντα οὗτοί τε
καὶ οἱ λοιποὶ πάντες ο[ἷς] τ[ε] προστέτακται περὶ τῆς
τῶν ἀναθημάτων συντελείας κατὰ τὸ προκεκυ-
35 ρωμένον περὶ τούτων ψήφισμα· προέθηκαν οἱ στρα-
τηγοί· ἐπὶ Σωπάτρου ἀπ̣εδείχθησαν Ζωΐλος
ὁ φύσει Ἑρμαγόρου τοῦ Ζωΐλου φράτρας Ἀρισταρχίδος,
π̣[επ]αιδοπ̣οημ̣έ̣νος δὲ ὑπὸ Ἀλεξάνδρου τοῦ Ζωΐλου
[φράτρα]ς Ἀρισ̣τα̣ρχίδο̣ς, Ἑλικὼν Ἀπολλωνίου.
Search Help
Contact Us