[ ]
Aeol. — Kyme (Namurt Limani) — aft. 130 BC — EA 2.1983.1-20 (VI-VIII) — SEG 33.1035-1041 (I-VIII) — SEG 43. 871; 56.1356 (cf.)
See also:
A.front.I (1035) | — — — |
0 | [ἐπιγραφὰν ἔχοισαν· "ὁ δᾶμος Ἀρχίππαν τὰν Δικαιογένεος] |
ἀρετᾶς ἕνεκεν [καὶ εὐ]νοίας τᾶς εἰς ἑαυτ̣όν". παρ̣[στᾶ]σ̣αι δ̣[ὲ αὐ]τᾷ | |
ἐπὶ τῶ αὐτῶ βάματ̣ος καὶ εἰκόνα χαλκέαν τῶ Δά[μω κ]ολοσσιαίαν | |
στεφάνοισαν αὐτάν· στᾶσαι δὲ καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος | |
τῶ Λακράτεος εἰκόνα χαλκέαν ἐπὶ τῶ αὐτῶ βάματος ἐπιγραφὰν | |
5 | ἔχοισαν· "ὁ δᾶμος Δικαιογένην Λακράτεος". στεφανωσάτω δὲ καὶ |
ὁ ἀγωνοθέτας Ἀρχίππαν τὰν Δικαιογένεος χρυσέῳ στεφάνῳ | |
ἐν τοῖς πρώτοις Διονυσίοισι τῷ ἀγῶνι τῶν παίδων ἀρετᾶς ἕνε- | |
κεν καὶ εὐνοίας τᾶς εἰς τὸν δᾶμον· καλῆσθαι δὲ αὐτὰν καὶ εἰς | |
προεδρίαν· τὰν δὲ ἀναγγελίαν τῶν προγεγραμμένων ποιήσθω | |
10 | ὅ τε νῦν ἐὼν ἀγωνοθέτας καὶ οἱ ἑκάστοτε ἐσσόμενοι καθότι καὶ |
τοῖς ἄλλοις εὐεργέταις· ἐπεὶ δέ κε τελευτάσῃ Ἀρχίππα, ὁ ἐσσό- | |
μενος κὰτ τὸν καιρὸν πρύτανις στεφανωσάτω αὐτὰν χρυσέῳ | |
στεφάνῳ ποιήμενος τὰν ἀναγγελίαν καθότι προγέγραπται· | |
δεδόσθαι δὲ αὐτᾷ καὶ ταφὰν ὅπποι καὶ τοῖς ἄλλοις εὐεργέταις· ἵ- | |
15 | να δὲ καὶ τὰν ταχίσταν συντελεσθέοισιν οἵ τε ἀνδριάντες καὶ τὸ |
βᾶμα, παρακαλέσσαι τὸν κασίγνατον αὐτᾶς Ὀλύμπιον τὸν Δικαι̣- | |
ογένεος εἰσενέγκαι τὰ χρήματα ἀναπόδοτα καὶ κατασκευάσσαι αὐ- | |
τὸν τὰ προγεγραμμένα καθότι κεν Ἀρχίππα προαιρῆται· ἔμμε- | |
ναι δὲ τὸ ψάφισμα τοῦτο ἐπὶ σωτηρίᾳ τᾶς τε πόλιος καὶ τῶν πολι- | |
20 | τᾶν· ἐπὶ Μητροφάνου, μηνὸς Τερφείου. |
left.II (1036).21 | ψήφισμα περὶ θυσιῶν ταῖς φύλαις· |
ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυ- | |
λάρχων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίπ- | |
πη ἡ Δικαιογένου κατακολουθοῦσα τῇ ἑαυ- | |
25 | τῆς καλοκἀγαθίᾳ καὶ ᾗ διὰ παντὸς εἰσφέρε- |
ται πρὸς τὴν πατρίδα εὐνοίᾳ καὶ φιλοδοξί- | |
ᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φι- | |
λαγαθίαν καὶ ἐκτένειαν ἀνηκόντων, ἐ- | |
φ’ οἷς καὶ τὴν κατὰ κοινὸν ὑπὸ τοῦ δήμου | |
30 | καὶ κατ’ ἰδίαν ὑφ’ ἑκάστου τῶν πολιτῶν ἀ- |
παντᾶσθαι αὐτῇ συνβαίνει ἀποδοχὴν καὶ | |
εὐχαριστίαν τετιμημένῃ{ν} ἐπιφανέσι κα[ὶ] | |
ἐνδόξοις τιμαῖς καὶ ἀξίαις τῆς τε τῶν προ- | |
γόνων ἀρετῆς καὶ καλοκἀγαθίας καὶ τῆς | |
35 | ἰδίας πρὸς τὸν δῆμον ἐκτενείας, δι’ ἃς καὶ τὴν |
πατρίδα καλλίονα καὶ ἐπιφανεστέραν καθέ- | |
στακεν, ἐπιγεγραφεῖα τε ἐπὶ τὸ συντετελεσ- | |
μένον βουλευτήριον κατὰ τὰ προεψηφισμέ- | |
να προείρηται καὶ τῶν πρὸς φιλανθρωπίαν | |
40 | ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι, καὶ δέ- |
δωκεν εἰς θυσίαν καὶ εὐωχίαν τῇ τε βουλῇ | |
τῇ πανδήμῳ στατῆρας πεντήκοντα καὶ | |
εἰς τὸν παρασταθησόμενον τῇ θυσίᾳ βοῦν | |
ἀργυρίου ἀττικοῦ δραχμὰς ἑβδομήκον- | |
45 | τα καὶ οἴνου παλαιοῦ πρόχους πεντήκοντ[α] |
καὶ τῶν φυλῶν ἑκάστῃ καὶ τοῖς παροίκοις | |
τὸ ἴσον πλῆθος, καὶ γλυκιεῖν ἐν τῷ συντετε- | |
λεσμένῳ ὑφ’ ἑαυτῆς βουλευτηρίῳ τούς | |
τε πολίτας καὶ τοὺς ἄλλους τοὺς κατοι- | |
50 | κοῦντας ἐν τῇ πόλει· δεδόχθαι τῷ δή- |
μῳ· ἐπαινέσαι Ἀρχίππην καὶ ἐν τούτοις καὶ | |
ἀποδεδέχθαι μετὰ πάσης εὐνοίας τὴν | |
προαίρεσιν αὐτῆς καὶ τὴν πρὸς τὴν πατρίδα | |
ἐκτένειαν καὶ φιλαγαθίαν. ἐδόθη Τερφ[εί]- | |
55 | ου δωδεκάτῃ, ἐπὶ Ἀπολλοδώρου τοῦ Διο[․․]- |
νου. | |
front.III (1037).57 | ψήφισμα περὶ θυσιῶν ταῖς φ̣ύλαις |
εἰς ἃ ἔδωκεν Ἀρχίππη, καὶ γλυκισμοῦ· | |
ἔδοξε τᾷ βολλᾷ, γνώμα στραταγῶν καὶ φυλάρχων καὶ τῶν συνέ- | |
60 | δρων· ἐπειδὴ Ἀρχίππα ἁ Δικαιογένεος κατακολουθεῖσα τᾷ ἑαυ- |
τᾶς καλοκἀγαθίᾳ καὶ ᾇ διὰ παντὸς εἰσφέρεται πρὸς τὰν πάτριν εὐνοί- | |
ᾳ καὶ φιλοδοξίᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φιλαγαθίαν καὶ ἐ- | |
κτένειαν ἀνηκόντων, ἐφ’ οἷς καὶ τὰν κατὰ κοινὸν ὑπὸ τῶ δάμω καὶ κα- | |
τ’ ἰδίαν ὑπ’ ἑκάστω τῶν πολιτᾶν ἀπαντᾶσθαι αὐτᾷ συμβαίνει ἀποδο- | |
65 | χὰν καὶ εὐχαριστίαν τετιμαμένᾳ{ν} ἐπιφανέεσσι καὶ ἐνδόξοισι τιμαῖς |
καὶ ἀξίαισι τᾶς τε τῶν προγόνων ἀρετᾶς καὶ καλοκἀγαθίας καὶ τᾶς ἰδίας | |
πρὸς τὸν δᾶμον ἐκτενείας, δι’ ἃς καὶ τὰν πάτριν καλλίονα καὶ ἐπιφανε- | |
στέραν καθέστακε, νῦν τε, κατεσκευασμέναν τᾶν εἰκόνων τᾶν ἐψαφ[ισ]- | |
μέναν ὑπὸ τῶ δάμω, Ἀρχίππας τε στεφανωμένας ὑπὸ τῶ Δάμω κολ[οσ]- | |
70 | σιαίᾳ εἰκόνι καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος, καὶ ἑστακοίσαν πρὸ τῶ |
βολλευτηρίω τῶ ἀνατεθειμένω ὑπὸ Ἀρχίππας, προαίρηται καὶ τῶν | |
πρὸς φιλανθρωπίαν ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι καὶ δέδω- | |
κεν εἰς θυσίαν καὶ εὐωχίαν τᾷ τε βολλᾷ τᾷ πανδάμῳ στατῆρας πεν- | |
τήκοντα καὶ τᾶν φυλᾶν ἑκάστᾳ στατῆρας ἑξήκοντα καὶ τοῖς μετοίκοι- | |
75 | σι καὶ ἀπελευθέροισι στατῆρας πεντήκοντα καὶ ἐγλύκισεν τοίς τε πο[λί]- |
ταις καὶ τοὶς ἄλλοις τοὶς κατοικῆντας ἐν τᾷ πόλει· δεδόχθαι τῷ δ[ά]- | |
μῳ· ἐπαινέσαι Ἀρχίππαν καὶ ἐν τούτοισι καὶ ἀποδεδέχθαι μετὰ παίσ[ας] | |
εὐνοίας τὰν προαίρεσιν αὐτᾶς καὶ τὰν πρὸς τὰν πάτριν ἐκτένειαν καὶ φ[ιλα]- | |
γαθίαν· προέθηκαν οἱ στραταγοὶ πάντες, Τερφείου, ἐπὶ Καλλίππου. | |
left.IV (1038a).80 | ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης· |
ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρ- | |
χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππης τῆς Δι- | |
καιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίνδυνον ἐνπε- | |
σούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐ- | |
85 | κτενῶς διακεῖσθαι πρὸς αὐτήν, ὑπάρχουσαν |
εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν τῆς τε ἰδίας | |
καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολ- | |
λὰς καὶ μεγάλας ἀποδείξεις πεποιῆσθαι τῆς | |
πρὸς τὴν πατρίδα εὐνοίας τε καὶ φιλαγαθίας, νῦν | |
90 | δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρ- |
χούση<ς> διαθέσει ἡδόμενος μεγάλως ὁ δῆμος ἐπὶ | |
τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔχον ἡγεῖται καὶ οἰκεῖ- | |
ον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας ἐπιτε- | |
λέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαρισ- | |
95 | τήρια, διὸ καὶ ἐπ’ ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δή- |
μῳ· τοὺς στρατηγοὺς θυσίαν ἐπιτελέσαι τοῖς | |
θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιεί- | |
ας· Διος, ἐπὶ Ἀθηναίου τοῦ Ξένωνος. | |
front.V (1038b).99 | ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης· |
100 | ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ τῶν συνέ- |
δρων· ἐπειδὴ Ἀρχίππης τῆς Δικαιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίν- | |
δυνον ἐνπεσούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐκτενῶς δ[ι]- | |
ακεῖσθαι πρὸς αὐτὴν ὑπάρχουσαν εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν | |
τῆς τε ἰδίας καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολλὰς καὶ με- | |
105 | γάλας ἀποδείξεις πεποιῆσθαι τῆς πρὸς τὴν πατρίδα εὐνοίας τε κα[ὶ] |
[φ]ιλαγαθίας, νῦν δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρχούσ[η]<ς> | |
[δ]ιαθέσει ἡδόμενος μεγάλως <ὁ δῆμος> ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔ- | |
χον ἡγεῖται καὶ οἰκεῖον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας [ἐ]- | |
πιτελέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαριστήρια· διὸ κα[ὶ] | |
110 | ἐπ’ ἀγαθῆι τύχηι δεδόχθαι τῷ δήμῳ· τοὺς στρατηγοὺς θυσίαν |
ἐπιτελέσαι τοῖς θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιείας. | |
προέθηκαν οἱ στρατηγοὶ πάντες, Τερφείου πέμπτῃ ἀπιόντος, | |
ἐπὶ Ἀθηναίου. | |
B.front.(VI [1039]) | — — — |
1 | λ̣․[․․․․]ολλ[․․․․․․․․․․]οι̣γ̣ι̣νου φράτρας Α[— — — οὔσης διώ]- |
ξ̣εως τοῖς πρ[ογεγραμμέν]οις κατὰ τῶν ἀδικησόντων ἢ καθεξο̣[μένων τι ἐ]- | |
κ τῶν προγεγραμ[μένω]ν ἢ ἐναντιωθέντων τοῖς διὰ τοῦ ψηφίσμ[ατος δη]- | |
λουμένοις· προνοηθήτωσαν δὲ οἱ ἐπιστάται περὶ τοῦ ὑπάρχει[ν τὸν βωμὸν(?)] | |
5 | μαρμάρινον πρὸ τοῦ ναοῦ ἐν τῷ ἀναθέματι· συνχωρηθῆναι δὲ [ὡς παρακα]- |
λεῖ Ἀρχίππη ὑπὸ τῶν πολιτῶν ἕνεκεν τοῦ Ἑλικῶνα τὸν ἑαυτῆς οἰ[κονόμον(?)] | |
τὸν ὄντα πατρὸς Ἀπολλωνίου Ἀντιοχέα ἀπὸ Δάφνης γενέσθαι πο[λίτην ἡμῶν]· | |
φροντίσαι δὲ καὶ περὶ ἑαυτῆς εἰς τὸ τῶν καθηκουσῶν ἀξιωθῆναι τ[ιμῶν· δο]- | |
θῆναι δὲ ἑαυτῇ καὶ ἀλειτουργησίαν καθότι παρακαλεῖ προφερομένῃ [τὴν περὶ] | |
10 | αὐτὴν περίστασιν· ὁ δὲ δῆμος, συνιδὼν τό τε πλῆθος τῶν δαπα̣[νημά]- |
των καὶ τὴν ἐξ Ἀρχίππης διὰ παντὸς εὐεργεσίαν, τήν τε ἀρετὴν αὐ̣[τῆς τε] | |
καὶ τὴν μεγαλομέρειαν ἀποδέχεται, ἐντροπῆς μὲν καὶ ἀποδοχ[ῆς δι]- | |
ά τε τὴν σωφροσύνην καὶ τὸ γένος ἀξιῶν, ἐπαίνου δὲ διὰ τὴν εἰς [τὴν] | |
πατρίδα φιλοδοξίαν, τὰ μέγιστα καὶ εἰληφὼς παρ’ αὐτῆς φιλάνθρω̣[πα] | |
15 | καὶ τῶν ἐνδοξοτάτων ἠξιωκώς τε καὶ σπεύδων τυχεῖν αὐτὴν τιμ[ῶν], |
προαιρούμενός τε τὴν καταξίαν τῆς ἀρετῆς αὐτῇ ἀποδοῦναι εὔνοι[αν] | |
οἴεται δεῖν τιμῆσαι αὐτὴν καὶ εἰκόνι χρυσῇ· ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτ̣[ηρί]- | |
ᾳ, δεδόχθαι τῷ δήμῳ Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι ἐπί τε τῇ σ[ω]- | |
φροσύνῃ τῇ ὑπαρχούσῃ περὶ αὐτὴν καὶ εὐταξίᾳ καὶ τῇ πρὸς τὴν πατρίδα αἱρέ- | |
20 | σει καὶ ἐπὶ τῷ ἀκόλουθα πράσσουσαν τῇ διὰ προγόνων ὑπαρχούσῃ αὐτῇ κα- |
λοκἀγαθίᾳ ἐπιδεδωκέναι αὐτὴν καὶ εἰς τὰ προδεδηλωμένα κατατιθεμέ- | |
νην τὴν ἑαυτῆς φιλοτιμίαν εἰς τὰ κάλλιστα καὶ πρὸς ἐπιφάνειαν καὶ μνή- | |
μην ἀθάνατον ἀνήκοντα, δι’ ἃ συμβαίνει καὶ τοὺς ἰδίους αὐτῆς τιμᾶσθαι | |
ἀξίως ἧς ἔσχηκεν Ἀρχίππη πρὸς αὐτοὺς ἐκτενείας καὶ φιλοστοργίας, ἐπι- | |
25 | κοσμεῖσθαι δὲ καὶ ἐπιφανεστέραν γίνεσθαι καὶ τὴν πόλιν· ἵνα δὲ καὶ τοῖς ἐπι- |
γινομένοις ὁ τῆς ἀρετῆς ζῆλος μὴ ἄσημος ὑπάρχῃ, γινώσκωσιν δὲ τὴν τοῦ | |
δήμου εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς εὐχαριστίαν, στεφανῶσαι αὐτὴν | |
στεφάνῳ χρυσῷ καὶ εἰκόνι χρυσῇ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχουσα | |
διατελεῖ εἰς τὴν πατρίδα· στῆσαι δὲ τὴν εἰκόνα τὴν χρυσῆν ἐπὶ στυλίδος | |
30 | μαρμαρίνης ἐν τῷ περιβόλῳ τοῦ βουλευτηρίου ᾧ ἀνατέθεικεν Ἀρχίππη{ι} ἐπι- |
γ̣ραφὴν ἔχουσαν· "ὁ δῆμος Ἀρχίππην τὴν Δικαιογένου ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
νοίας τῆς εἰς ἑαυτόν"· ὁ δὲ ἀγωνοθέτης τῶν Διονυσίων ποιησάσθω ἐν τῷ | |
π̣ρώτῳ ἀγῶνι τῶν παίδων τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος τὴν ἀναγγελί- | |
αν, εἰς δὲ τὸ λοιπὸν ἀεὶ ὑπὸ τοῦ ἐσομένου ἀγωνοθέτου στεφανοῦσθαί τε | |
35 | Ἀρχίππην τῷ χρυσῷ στεφάνῳ καὶ καλεῖσθαι αὐτὴν εἰς προεδρίαν ἐν πᾶσιν |
τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· ὁμοίως δὲ καὶ οἱ ἀγωνοθέται τῶν μεγάλων̣ | |
Σωτηρίων καὶ Ῥωμαίων τήν τε εἰσκήρυξιν καὶ τὴν στεφάνωσ̣ιν ποιείσθωσ[αν], | |
ἐπὰν ἐπιτελῶσιν τὰς θυσίας ἐν τῷ θεάτρῳ τῇ τρεισκαιδεκάτηι· ἵνα δὲ συν̣- | |
τελεσθῶσιν ἥ τε εἰκὼν ἡ χρυσῆ καὶ ἡ στυλίς, παρακαλέσαι Ἀρχίππην τὴν Δι- | |
40 | καιογένου ἀναδέξασθαι καὶ ταύτην τὴν δαπάνην, καθότι καὶ ἐν τούτοι[ς] |
φιλαγαθοῦσα συνεπιδέδωκεν· τὰ δὲ κατὰ τὴν ἐπαγγελίαν τοῦ ἀναθέμα̣- | |
τος καὶ τὰ κατὰ τὰς συνχωρήσεις αὐτῃ καὶ τὰ λοιπὰ τὰ προγεγραμμένα πά[ν]- | |
τα ἐπιτελεῖσθαι, γινομένης τῆς περὶ ἑκάστων οἰκονομίας καὶ διοικήσεως κ[α]- | |
θότι ἐν τῷ ψηφίσματι προδιασεσάφηται· δεδόσθαι δὲ ὑπὸ τοῦ δήμου Ἀρ- | |
45 | χίππῃ καὶ τὴν ἀλειτουργησίαν καί, ἐπὰν δὲ τελευτήσῃ Ἀρχίππη, στεφα- |
νωσάτωσαν αὐτὴν ἐπὶ τῆς ἐκφορᾶς οἱ κατὰ τὸν καιρὸν ὄντες στρατηγοὶ στε- | |
φάνῳ χρυσῷ ἀναγορεύοντες ὅτι "ὁ δῆμος στεφανοῖ Ἀρχίππην τὴν Δικαιογέ- | |
νου στεφάνῳ χρυσῷ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν"· τὸ δὲ εἰς τὸν | |
στέφανον ἀνήλωμα δότωσαν οἱ στρατηγοὶ παρὰ τῆς πόλεως· δεδόσθαι δὲ Ἀρ- | |
50 | χίππῃ καὶ ταφὴν οὗ καὶ οἱ λοιποὶ οἱ τῆς πόλεως εἰσιν εὐεργέται τεθαμμένοι· συνε- |
ξενεγκάτω δὲ Ἀρχίππην καὶ ὁ γυμνασίαρχος μετὰ τῶν ἐφήβων· τοὺς δὲ χιλ[ί]- | |
ους στατῆρας τοῦ χαλκοῦ διαγράψαι Ἀρχίππην ἐν τῷ μηνὶ τῷ Τερφείῳ μετὰ πρύτα- | |
νιν Ἀθήναιον τοῖς ἐσομένοις ἐπὶ τῆς ἀποδόσεως τῶν δανείων ἀνδράσιν· τοὺς δὲ | |
διαγραψαμένους καταχρῆσθαι καὶ τούτοις τοῖς διαφόροις μετὰ τῶν λοιπῶν τῶν πι̣- | |
55 | π̣τόντων πρὸς αὐτοὺς χρημάτων· τὸν δὲ ταμίαν τὸν ἐπὶ τῆς διοικήσεως τὸν ἐσόμε- |
ν̣ον ἀν ἕκαστον ἐνιαυτόν, ἐπὰν ἀποδοθῶσιν ὑπὸ Ἀρχίππης οἱ χίλιοι στατῆρες, διαγρά- | |
φειν ἐπάναγκες ἔν τε τῷ μηνὶ τῷ Θαξίῳ τοῖς στρατηγοῖς χαλκοῦ στατῆρας δέκα | |
καὶ τῇ βουλῇ, πανδήμῳ χαλκοῦ στατῆρας τεσσαράκοντα καὶ ἐν τῷ μηνὶ δὲ τῷ Τερ- | |
φείῳ διαγράφειν τοῖς αὐτοῖς τὸ ἴσον πλῆθος τοῦ διαφόρου· τοὺς δὲ διαγραψαμέ- | |
60 | νους τὰ διάφορα ἐπιτελεῖν τὰς θυσίας ἐν τῷ βουλευτηρίῳ ἐπὶ τοῦ κατεσκευ̣- |
ασμένου βωμοῦ ἐν ἑκατέρῳ μηνὶ τῇ δωδεκάτηι καὶ πέμπειν ἀπὸ τῆς θυσίας̣ | |
Ἀρχίππῃ γέρας ἕως τοῦ ζῆν αὐτήν· τοὺς δὲ ἄνδρας τοὺς ἀποδεικνυμένους | |
ἐπὶ τῆς ἀποδόσεως τῶν πολιτικῶν δανείων ἀν’ ἕκαστον ἐνιαυτὸν τούτου̣ | |
πλεῖον διαγράφειν τοῖς διαφόροις τῷ ταμίᾳ τῷ ἐπὶ τῆς διοικ̣ή̣σεως εἰς τὰ κα- | |
65 | τὰ τὴν διοίκησιν τῆς πόλεως· ἐὰν δὲ μὴ ἀποδεικνύωνται μηκέτι οἱ ἄνδρες, οἱ̣ |
χειρισταὶ οἱ γινόμενοι κατ’ ἐνιαυτὸν ἕκαστα ἐπιτελείτωσαν καθότι καὶ τοῖς ἀν- | |
δράσιν ἐπιτέτακται διὰ τούτου τοῦ ψηφίσματος ἢ ὃς ἂν κατὰ τὸν καιρὸν ἔχ[ῃ] | |
τὴν ἐξουσίαν· καὶ ἐπὰν δὲ δίδωται τὸ τάλαντον ὑπὸ τοῦ Ἀρχίππης κληρονό- | |
μου ἐξ οὗ διατέτακται τοκιζομένου τόν τε καταγορασμὸν τῶν σωμάτων γε- | |
70 | νέσθαι καὶ τὰ κατὰ τὴν ἐπισκευὴν τοῦ βουλευτηρίου ἐπιτελεῖσθαι, ὁ δῆμος |
διὰ τῶν ἐσομένων κατὰ τὸν καιρὸν στρατηγῶν καὶ συνέδρων γράψας ψήφισ- | |
μα κυρωσάτω περί τε τῆς τῶν διαφόρων λήψεως καὶ τοῦ ἐκτοκισμοὺ αὐτῶν | |
καὶ περὶ ἐπιστάτου τοῦ ἐσομένου κατ’ ἐνιαυτὸν ἐπὶ τε τῆς ἐπισκευῆς τοῦ βου- | |
λευτηρίου καὶ τοῦ καταγορασμοῦ τῶν σωμάτων καὶ τῆς τροφῆς αὐτῶν καὶ ἀμ- | |
75 | φιεσμοῦ καὶ ὀψωνίου· καὶ ἵνα ἐάν τι τῶν καταγορασθησομένων σωμάτων πάθ[ῃ, ὁ] |
κατὰ τὸν καιρὸν ἐσόμενος ἐπιστάτης ἀγοράσῃ ἄλλο σῶμα, ὥ[σ]τε μὴ ἐλάσσονα ὑ- | |
πάρχειν διὰ παντὸς τῶν τεσσάρων· ἐπικληρωσάτω δὲ καὶ ὁ ἐσόμενος ἔμμηνο̣[ς] | |
στρατηγὸς Ἑλικῶνα τὸν Ἀπολλωνίου ἐπὶ τε φυ[λὴ]ν καὶ φράτραν καὶ καθ’ ἃ ἀνα[δι]- | |
δότω γραφὴν τῷ γραμματεῖ τῶν νομοφυλάκων καὶ εἰς τὸ ἀντιγραφῖον καὶ μ[ε]- | |
80 | τεχέτω πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται· μηδενὶ δὲ ἐξέστω ξύλα κάειν μή[τε] |
ἐν τῷ ναῷ μήτε ἐν τῷ προνάῳ μηδὲ ἐν ταῖς στοαῖς ταῖς ἀνατιθεμέναις ὑπὸ Ἀρ- | |
χίππης μηδὲ πίνακας μηδὲ ἄλλο ἀνάθεμα μηθὲν ἔστω ἐκ τῶν δοκῶν κριμνά[σαι]· | |
εἰ δὲ μή, κωλυέτωσαν τὸν τούτων τι ποιοῦντα ο[ἱ ἱ]ερονόμοι καὶ οἱ ἀγορανόμοι, [ᾧ] | |
ἂν δύνωνται τρόπῳ, καὶ ζημιούτ̣ωσαν ἕως στα̣[τ]ή̣ρων πέντε, ὄντες ἀνυπόδικ[οι], | |
85 | καὶ πραξάτωσαν τὴν ζῃμίαν ᾧ ἂν δύνωνται̣ [τρ]ό̣π̣ῳ καὶ τὰ διάφορα ταῦτα ὑ- |
πάρχειν εἰς τὴν ἐπισκευὴν τοῦ ἱεροῦ· ἐὰν δὲ μὴ δύνωνται πρᾶξαι, ἀναγραψάτω- | |
σαν, καὶ μηθὲν ἧσσον ὁ βουλόμενος τὸν τούτ̣ων τ̣[ι] ποιοῦντα κωλυέτω ἀζήμιο[ς]· | |
ἐὰν δέ τις τῶν ἐν τῷ ψη̣[φί]σματι τούτῳ κατακεχω̣ρ̣ισμένων τι μὴ ποιήσῃ ἢ βλάψῃ | |
τὴν πόλιν ἢ ἀδικήσῃ ᾡτινιοῦν τ̣ρ̣όπῳ, εἶναι κατὰ τοῦ ἐναντίο̣ν̣ τι ποιήσαντος ἔ[ν]- | |
90 | δειξιν κατὰ τὰ περὶ τῶν κατεχόντων τι ἢ ἀδικούντων τὸν δῆμον ἔγγραφα· τὰ δὲ |
κατὰ τὸ ἀνάθεμα καὶ τὴν τοῦ ταλάντου ἐπαγγελίαν καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφ̣[ίσ]- | |
ματος δηλούμενα ἐπιτελεῖσθαι κυρίων γενομένων Ἀρχίππη καὶ ὁ δῆμος διὰ τ[οῦ] | |
ψηφίσματος προείρηται· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σωτ̣η̣[ρί]ᾳ τῆς τε π̣[όλ]- | |
εως καὶ τῶν πολιτῶν· προέθηκαν οἱ στρατηγοὶ πάντες· ἐπὶ Ἀθ[ην]αίου, μην[ὸς] | |
95 | Τερφείου πέμ[πτη]ι ἀπιόντος. |
right.(VII [1040]).1 | ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φ̣[υλάρ]- |
χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δι̣κ̣[αι]- | |
ογένου προαιρεῖται τῆς ὀροφῆς τοῦ βουλευτηρίου | |
τήν τε ὑπωρυφίαν μετακατασκευάσαι καὶ τὴν | |
5 | κεράμωσιν μεταθεῖναι, ἃ καὶ πρὸς τὴν ἀσφάλει- |
αν καὶ πρὸς τὴν εὐχρηστίαν εὐθετώτερα νενό- | |
μικεν ὑπάρχειν, περὶ τούτων τε καὶ τῷ πλήθει τῶν | |
πολιτῶν ἐμπεφανικέναι διὰ τῶν προεστώτων | |
καὶ συγκρίσεις ἀρχιτεκτόνων γέγοναν μεθ’ ὑπο- | |
10 | δειγμάτων τῆς ζητήσεως ἐπιτελουμένης, μεί- |
ζονός τε δαπάνης ὑπαρχούσης ἀναδέδεκται καὶ ταύ- | |
την τοῦ τῆς πατρίδος συμφέροντος στοχαζομέ- | |
νη, ἐπιτελεῖν τε τὰ κατὰ τὴν κατασκευὴν ἑτοίμως | |
ἔχουσα συγχωρηθῆναι παρακαλεῖ ἑαυτῆι εἰς τὸ πα- | |
15 | ραδοθῆνοι τὸν τόπον· δεδόχθαι τῷ δήμῳ Ἀρ- |
χίππην μὲν ἐπῃνῆσθαι ἐπί τε τῇ καλοκἀγαθίᾳ καὶ | |
ᾗ διὰ παντὸς εἰσφέρεται σπουδῇ εἰς τὰ τῆς πατρίδος | |
συμφέροντα τῆς τῶν προγόνων δόξης ἄξια πράσσου- | |
σα καὶ στοιχοῦσα τῇ κατὰ τὴν ἀρετὴν μεγαλομερείᾳ· | |
20 | δσθῆναι δὲ αὐτῇ, πρὸς τὴν προδεδηλωμένην ἐπι- |
σκευὴν τὸν τόπον ἕνεκεν τοῦ ἔχειν αὐτὴν ἐξουσί- | |
αν ἕκαστα ἐπιτελεῖν κατὰ τὴν ἰδίαν πίστιν καὶ προ- | |
αίρεσιν· ἔστω δὲ ἐξουσία αὐτῆι καὶ περὶ τῶν ἀγομέ- | |
νων λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν τῶν πρὸς τὴν | |
25 | χρείαν τιθέναι εἰς τοὺς δημοσίους τόπους ὑπὸ μη- |
θενὸς κωλυομένην· συγκεχωρῆσθαι δὲ Ἀρχίππηι καὶ | |
ἐάν τινα προαίρηται τῶν γεγονότων αὐτῇ ψηφισμά- | |
των ἐγχαράξαι εἰς τὰ μαρμάρινα τοῦ βουλευτηρίου· | |
εἶναι δὲ τὸ ψήφισμα τοῦτο κύριον ἐπὶ τῷ τῆς πόλεως | |
30 | συμφέροντι· ἐδόθη ἐπὶ Σωπάτρου, μηνὸς Μαιμακτῆρος. |
(VIII [1041]).1 | ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ |
τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δικαιογένου ἐπηγγεί- | |
λατο τῷ δήμῳ δώσειν ἀπὸ τῶν ἀγρῶν τῶν ὑπαρχόν- | |
των αὐτῇ ἐγ χώρῳ Ἀχαίῳ τόν τε καλούμενον Χημίω- | |
5 | νος καὶ Σκυθείνου καὶ τὸν καλούμενον Ἀριστοδήμου, |
ὧν καὶ τὴν κυριείαν παρεχώρει τῷ δήμῳ μετὰ τὴν ἑ- | |
αυτῆς μεταλλαγὴν ἕνεκεν τοῦ κατασκευασθῆναι | |
ἀναθέματα ἐν τῇ ἀγορᾶι ναόν τ[ε] Ὁμονοίας καὶ βωμὸν | |
καὶ στοὰς καὶ ἐργαστήρια, στοιχοῦσα δὲ τῇ ὑπαρχού- | |
10 | σῃ περὶ ἑαυτὴν φιλοδοξίᾳ βούλεται ἐπιτελεῖσθαι τὰ |
ἀναθέματα καὶ παραδιδοῖ τῷ δήμῳ ἀπὸ τῶν ἀγρῶν | |
τῶν ἐπηγγελμένων τὸν καλούμενον Χημίωνος καὶ | |
Σκυθίνου, ὥστε πραθέντος αὐτοῦ ἐπιτελεῖσθαι τὰ | |
πρῶτα τῶν ἔργων τῶν κατὰ τὰ ἀναθέματα· δεδό- | |
15 | χθαι Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι |
ἐπὶ τῇ κατὰ τὸν βίον σωφροσύνῃ καὶ ἐπὶ τῇ σπουδῇ τῇ | |
ὑπὲρ τῆς πατρίδος· κυρωθέντος δὲ τοῦ ψηφίσματος τού- | |
του ἀποδειξάτω ὁ δῆμος ἄνδρας δύο κατὰ μηδὲν ἐπικω- | |
λυομένους οὓς ἂν καὶ Ἀρχίππη συνκρείνῃ, οἱ δὲ ἀποδει- | |
20 | χθέντες τά τε λοιπὰ ἐπιτελέσουσιν τὰ περὶ τῶν ἀναθη- |
μάτων κατὰ τὸ προκεκυρωμένον ψήφισμα· πωλήσουσιν | |
δὲ καὶ τὸν ἀγρὸν τὸν Χημίωνος καὶ Σκυθίνου πλὴν τῶν | |
σπερμάτων καὶ τῆς σταφυλικῆς προσόδου τῶν καθ’ ἔτος, | |
ἐφ’ ᾧ ὁ ἀγοράσας δώσει τὸ τρίτον μέρος τῆς τιμῆς ἐν ἡ- | |
25 | μέραις ἑξήκοντα, τὴν δὲ λοιπῆν τιμὴν ἀποδώσει ἐν ἔτε- |
σιν τέσσαρσιν ἀποδιδοὺς κατ’ ἐνιαυτὸν τὸ πρὸς μέρος | |
καὶ τοῦ καταβαλλομένου τόκον δέκατον τοῦ χρόνου | |
τοῦ τῆς πράσεως· ἔσονται δὲ οἱ αὐτοὶ ἄνδρες καὶ | |
ἐπιστάται ἐπὶ τῆς τῶν ἀναθημάτων κατασκευῆς | |
30 | ἕως τῆς συντελείας αὐτῶν, καὶ ἐπὶ τῆς πράσεως |
δὲ τοῦ ὑπολειπομένου ἀγροῦ· ἐπὰν μεταλλάξῃ Ἀρ- | |
χίππη, καὶ τὰ λοιπὰ διοικήσουσιν ἅπαντα οὗτοί τε | |
καὶ οἱ λοιποὶ πάντες ο[ἷς] τ[ε] προστέτακται περὶ τῆς | |
τῶν ἀναθημάτων συντελείας κατὰ τὸ προκεκυ- | |
35 | ρωμένον περὶ τούτων ψήφισμα· προέθηκαν οἱ στρα- |
τηγοί· ἐπὶ Σωπάτρου ἀπ̣εδείχθησαν Ζωΐλος | |
ὁ φύσει Ἑρμαγόρου τοῦ Ζωΐλου φράτρας Ἀρισταρχίδος, | |
π̣[επ]αιδοπ̣οημ̣έ̣νος δὲ ὑπὸ Ἀλεξάνδρου τοῦ Ζωΐλου | |
[φράτρα]ς Ἀρισ̣τα̣ρχίδο̣ς, Ἑλικὼν Ἀπολλωνίου. |