— — — | |
1 | [— — — — — — —] τὸ δὲ ἀν̣[άλωμα τὸ] ἐσσόμενον εἴς τε τ[— — — καὶ — — —] |
τοῖς πρεσβεύτα[ισι] παρακαλέσαι τὸν ταμίαν Εὔιππον προεισε- | |
νέγκαι ἐπὶ πόρῳ τοῖς πρώτοις πορισσθησομένοισι εἰς τὰμ φυλακὰν τᾶς | |
πόλιος μετὰ πρύτανιν Ἡρακλείδαν, τοὶς δὲ χρεοφύλακας ἀναγρά- | |
5 | ψαι αὐτῷ τὰν πόλιν ὀφέλλοισαν τόκω ἕκτω· καὶ τὸν ταμίαν τὸν ἀπ- |
οδειχθησόμενον ἐπὶ τᾶς διοικήσιος ἀποδόμεναι αὐτῷ τό τε ἀρχαῖον | |
καὶ τὸν τόκον ἐκ τῶ πόρω τῶ γεγραμμένω· τᾶς δὲ ἀναγραφᾶς | |
καὶ τᾶς ἀναθέσιος τᾶν σταλλᾶν ἐπιμελήθην τοὶς 〚․․․․․․․․․〛 | |
ἄ[ν]δρας τοὶς ἀποδειχθησομένοις· ἔμμεναι δὲ τὸ ψάφισμα τοῦτ[ο] | |
10 | εἰς φυλακὰν καὶ σωτηρίαν τᾶς πόλιος καὶ τᾶς χώρας κύριον εἰς |
πάντα τὸν χρόνον· τὸν δὲ ἀποδεδειγμένον εἰσαγωγέα τῶ νό- | |
μω Ε[․]ω[․․]ον εἰσενέγκαι αὐτὸ εἰς τὸ νομοθετικὸν δικαστήριον, ἵνα | |
ὑπάρχῃ ἀσφάλεια τᾷ πόλει καὶ τᾷ χώρᾳ ἐννόμως κατὰ πάντα τρό- | |
πον· ἀναγινώσκεσθαι δὲ τοῦτο τὸ ψάφισμα κατ’ ἑκάσταν ἐκκλ<η>- | |
15 | σίαν, ἐπεί κε ἀποδείχθῃ τὸ στρατάγιον. πρέσβεις Εὔιππος Λαονί- |
[κ]ω, Ἀνδρέας Ἡροστράτω, Νικήρατος Ἀπολλοδώρω, Πολύφρων Παλα- | |
μμήδω· μηννὸς Ἀμαλω[ίω] τρίτᾳ ἀπιόντος, στραταγῶ ἐπεστακότ- | |
[ος] Ἀνδρέα τῶ Ἡροστράτω, ἐπὶ πρυτάνιος Ἡρακλείδα τῶ Ζωίλω. |
IK Kyme
12