IK Kyme 12
[ ] Aeol. — Kyme (Namurt Limani) — beg. 2nd c. BC
— — —
1 [— — — — — — —] τὸ δὲ ἀν̣[άλωμα τὸ] ἐσσόμενον εἴς τε τ[— — — καὶ — — —]
τοῖς πρεσβεύτα[ισι] παρακαλέσαι τὸν ταμίαν Εὔιππον προεισε-
νέγκαι ἐπὶ πόρῳ τοῖς πρώτοις πορισσθησομένοισι εἰς τὰμ φυλακὰν τᾶς
πόλιος μετὰ πρύτανιν Ἡρακλείδαν, τοὶς δὲ χρεοφύλακας ἀναγρά-
5 ψαι αὐτῷ τὰν πόλιν ὀφέλλοισαν τόκω ἕκτω· καὶ τὸν ταμίαν τὸν ἀπ-
οδειχθησόμενον ἐπὶ τᾶς διοικήσιος ἀποδόμεναι αὐτῷ τό τε ἀρχαῖον
καὶ τὸν τόκον ἐκ τῶ πόρω τῶ γεγραμμένω· τᾶς δὲ ἀναγραφᾶς
καὶ τᾶς ἀναθέσιος τᾶν σταλλᾶν ἐπιμελήθην τοὶς 〚․․․․․․․․․〛
[ν]δρας τοὶς ἀποδειχθησομένοις· ἔμμεναι δὲ τὸ ψάφισμα τοῦτ[ο]
10 εἰς φυλακὰν καὶ σωτηρίαν τᾶς πόλιος καὶ τᾶς χώρας κύριον εἰς
πάντα τὸν χρόνον· τὸν δὲ ἀποδεδειγμένον εἰσαγωγέα τῶ νό-
μω Ε[․]ω[․․]ον εἰσενέγκαι αὐτὸ εἰς τὸ νομοθετικὸν δικαστήριον, ἵνα
ὑπάρχῃ ἀσφάλεια τᾷ πόλει καὶ τᾷ χώρᾳ ἐννόμως κατὰ πάντα τρό-
πον· ἀναγινώσκεσθαι δὲ τοῦτο τὸ ψάφισμα κατ’ ἑκάσταν ἐκκλ<η>-
15 σίαν, ἐπεί κε ἀποδείχθῃ τὸ στρατάγιον. πρέσβεις Εὔιππος Λαονί-
[κ]ω, Ἀνδρέας Ἡροστράτω, Νικήρατος Ἀπολλοδώρω, Πολύφρων Παλα-
μμήδω· μηννὸς Ἀμαλω[ίω] τρίτᾳ ἀπιόντος, στραταγῶ ἐπεστακότ-
[ος] Ἀνδρέα τῶ Ἡροστράτω, ἐπὶ πρυτάνιος Ἡρακλείδα τῶ Ζωίλω.
Search Help
Contact Us