[ ]
Aeol. — Kyme (Namurt Limani) — beg. 2nd c. BC
1 | γνώμα τᾶς βολλᾶς· ἔδοξε τῷ δάμ[ῳ]· |
Φιλίσκῳ τ[ῷ Φ]ιληράτω Κυραναίῳ εὐεργέτᾳ | |
ἐόντι δόμεναι καὶ αὐτῷ καὶ ἐκγόνοισι προ- | |
ξενίαν καὶ προεδρίαν καὶ ἀτέλειαν πάντων | |
5 | καὶ εἰσαγωγὰν καὶ ἐξαγωγὰν καὶ εἴσπλουν |
καὶ ἔκπλουν καὶ πολέμω καὶ εἰρήνας ἀσυλὶ | |
καὶ ἀσπονδί· καὶ Κυμαῖον ἔμμεναι καὶ α[ὐ]- | |
τὸν καὶ ἐκγόνοις ἐντίμοις εὐθύς· καὶ ἐᾶν, ἅ | |
οἱ πρόσθε ἐπέδοντο, π[ρὶ]ν τἂν νόμου γενέσ- | |
10 | θαι, τὸν τᾶγ κοινᾶν τιμᾶν μετέχην καὶ γᾶς |
καὶ οἰκίας ἔγκτησιν καὶ δίκαις προδίκοις· | |
καὶ ὅττι κέ τις πρίαται παρὰ Φιλ[ίσκω τ]ῶ Φιλη- | |
ράτω ἢ τῶν ἐκγόνων τῶμ Φιλίσκω ἢ ἀποπε- | |
ράσσει πρὸς τούτων τινά, ἀτελέα ἔμμεναι | |
15 | τῶ περὶ τούτων τέλεος. τὰγ γνώμαν εἶπεν |
Ἀριστογείτων Ἡρακλείδα, τᾷ ἐκκλησίᾳ ἐπήσ- | |
τακε στραταγὸς Ἀριστογείτων Ἡρακλείδα, | |
μηννὸς Τερφέος ἐνάτᾳ ἀνομένω, ἐπὶ πρυ- | |
τάνιος Ἀριστίππω τῶ Ἀλκίππω. |